71.10
ἥδιστον δὲ πάντων αὑτῷ τῶν γεγονότων καλῶν καὶ ἀγαθῶν ἔλεγε τὸ τοῦ τὸ τοῦ Bernardakis, comparing the other versions in Plutarch: τὸ τῶν γειναμένων αὐτὸν τοῦ. πατρὸς ἔτι ζῶντος καὶ τῆς μητρὸς ἐν Λεύκτροις νικῆσαι Λακεδαιμονίους.
71.11
εἰωθὼς δὲ φαίνεσθαι τὸν ἄλλον χρόνον ἀληλιμμένος τὸ σῶμα καὶ φαιδρὸς τῷ προσώπῳ, μετὰ τὴν μάχην ἐκείνην τῇ ὑστεραίᾳ προῆλθεν αὐχμηρὸς καὶ ταπεινός· τῶν δὲ φίλων ἐρωτώντων μή τι λυπηρὸν αὐτῷ συμπέπτωκεν, οὐδέν, εἶπεν, ἀλλʼ ἐχθὲς ᾐσθόμην ἐμαυτοῦ μεῖζον ἢ καλῶς ἔχει φρονήσαντος· διὸ σήμερον κολάζω τὴν ἀμετρίαν τῆς χαρᾶς.
71.12
εἰδὼς δὲ τοὺς Σπαρτιάτας ἐπικρυπτομένους τὰ τοιαῦτα συμπτώματα, καὶ βουλόμενος ἐξελέγξαι τὸ μέγεθος τῆς συμφορᾶς αὐτῶν, οὐχ ὁμοῦ πᾶσι νεκρῶν ἀναίρεσιν ἀλλʼ ἑκάστοις κατὰ πόλιν ἔδωκεν, ὥστε πλείονας ἢ χιλίους ὄντας ὀφθῆναι τοὺς Λακεδαιμονίων.
71.13
Ἰάσονος δὲ τοῦ Θετταλῶν μονάρχου συμμάχου μὲν εἰς Θήβας παραγενομένου, δισχιλίους δὲ χρυσοῦς τῷ Ἐπαμεινώνδᾳ πέμψαντος ἰσχυρῶς πενομένῳ, τὸ μὲν χρυσίον οὐκ ἔλαβε, τὸν δὲ Ἰάσονα θεασάμενος, ἀδίκων, ἔφη, χειρῶν ἄρχεις αὐτὸς δὲ πεντήκοντα δραχμὰς δανεισάμενος παρά τινος τῶν πολιτῶν, ἐφόδιον τῆς στρατιᾶς, ἐνέβαλεν εἰς Πελοπόννησον.
71.14
αὖθις δὲ τοῦ Περσῶν βασιλέως τρισμυρίους δαρεικοὺς ἀποστείλαντος αὐτῷ, καθήψατο πικρῶς Διομέδοντος, εἰ τοσοῦτον πλοῦν πέπλευκε διαφθερῶν Ἐπαμεινώνδαν· πρὸς δὲ τὸν βασιλέα λέγειν ἐκέλευσεν ὅτι τὰ συμφέροντα Θηβαίοις φρονῶν ἔξει προῖκα φίλον Ἐπαμεινώνδαν, τὰ δὲ μὴ συμφέροντα πολέμιον.
71.15
ἐπεὶ δὲ Ἀργεῖοι μὲν ἐγένοντο σύμμαχοι Θηβαίων, Ἀθηναίων δὲ πρέσβεις εἰς Ἀρκαδίαν παραγενόμενοι κατηγόρουν ἀμφοτέρων, καὶ Καλλίστρατος ὁ ῥήτωρ ὠνείδισε τὸν Ὀρέστην καὶ τὸν Οἰδίποδα ταῖς πόλεσιν, ἐπαναστὰς ὁ Ἐπαμεινώνδας, ὁμολογοῦμεν, ἔφη, καὶ παρʼ ἡμῖν πατροκτόνον γενέσθαι καὶ παρʼ Ἀργείοις μητροκτόνον· ἀλλὰ τοὺς ταῦτα δράσαντας ἡμεῖς μὲν ἐξεβάλομεν, Ἀθηναῖοι δὲ ὑπεδέξαντο.
71.16
πρὸς δὲ τοὺς Σπαρτιάτας πολλὰ καὶ μεγάλα τῶν Θηβαίων κατηγορήσαντας, οὗτοι μέντοι, εἶπεν, ὑμᾶς βραχυλογοῦντας ἔπαυσαν.