75.6
Μάρκου δὲ Λιβίου τοῦ τὴν ἀκρόπολιν φρουροῦντος διʼ ἑαυτὸν ἑαλωκέναι τὴν πόλιν λέγοντος, οἱ μὲν ἄλλοι κατεγέλων, ὁ δὲ Φάβιος εἶπεν ἀληθῆ λέγεις· εἰ γὰρ μὴ σὺ τὴν πόλιν ἀπέβαλες, οὐκ ἂν ἐγὼ ἀνέλαβον.
75.7
ἤδη δὲ πρεσβύτερος ὤν, ὑπατεύοντος τοῦ υἱοῦ καὶ χρηματίζοντος ἐν δημοσίῳ πολλῶν παρόντων, ἀναβὰς ἐφʼ ἵππον ἵππον*: ἵππου προσῄει· προσῄει W: προῂει πέμψαντος δὲ τοῦ νεανίσκου ῥαβδοῦχον καὶ καταβῆναι κελεύσαντος, οἱ μὲν ἄλλοι διετράπησαν, αὐτὸς δὲ ὁ Φάβιος ἀποπηδήσας τοῦ ἵππου προσέδραμε παρʼ ἡλικίαν καὶ περιβαλὼν τὸν υἱὸν εὖγε εἶπεν ὦ παῖ φρονεῖς, αἰσθόμενος τίνων ἄρχεις καὶ πηλίκης ἀρχῆς μέγεθος παρείληφας.
Σκιπίωνος τοῦ πρεσβυτέρου
76.1
Σκιπίων δὲ ὁ πρεσβύτερος τὴν σχολὴν τὴν τὴν σχολὴν τὴν*: τὴν ἀπὸ τῶν στρατειῶν καὶ τῆς πολιτείας ἐν γράμμασι διατριβὴν ποιούμενος, ἔλεγεν ὁπότε σχολάζοι, πλείονα πράττειν.
76.2
ἐπεὶ δὲ Καρχηδόνα κατὰ κράτος εἷλε καὶ τῶν στρατιωτῶν τινες αἰχμάλωτον λαβόντες εὐπρεπῆ παρθένον ἧκον κομίζοντες, αὐτῷ δὲ ἐδίδοσαν, ἡδέως ἄν ἔφη ἔλαβον, εἴπερ ἦν ἰδιώτης καὶ μὴ ἄρχων.
76.3
πολιορκῶν δὲ πόλιν Βαθεῖαν, ἧς ὑπερεφαίνετο ναὸς Ἀφροδίτης, ἐκέλευσεν ἐκεῖ τὰς ἐγγύας ὁμολογεῖν, ὡς εἰς τρίτην ἐν τῷ ἱερῷ τῆς Ἀφροδίτης ἀκουσόμενος τῶν διαδικούντων· καὶ τοῦτʼ ἐποίησεν, ὡς προεῖπε, τῆς πόλεως ἁλούσης.
76.4
πυνθανομένου δέ τινος ἐν Σικελίᾳ τίνι πεποιθὼς ἐπὶ Καρχηδόνα μέλλει τὸν στόλον περαιοῦν, δείξας αὐτῷ ἐνόπλους ἄνδρας τριακοσίους γυμναζομένους καὶ πύργον ὑψηλὸν ὑπὲρ θαλάττης οὐδείς ἔφη τούτων ἐστίν, ὅστις ἐπὶ τὸν πύργον ἀναβὰς τοῦτον οὐκ ἂν ἑαυτὸν ῥίψειεν ἐπὶ κεφαλήν, ἐμοῦ κελεύσαντος.
76.5
ἐπεὶ δὲ διαβὰς τῆς τε γῆς ἐκράτει καὶ τὰ στρατόπεδα τῶν πολεμίων κατέκαυσεν, οἱ Καρχηδόνιοι πέμψαντες ἐποιοῦντο συνθήκας, τά τε θηρία καὶ τὰς ναῦς καὶ τὰ χρήματα δώσειν ὁμολογήσαντες· Ἀννίβου δὲ καταπλεύσαντος ἐξ Ἰταλίας, μετεμέλοντο ταῖς ὁμολογίαις διὰ τὸ θαρρεῖν· πυθόμενος δὲ ὁ Σκιπίων ἔφη μηδὲ βουλομένοις αὐτοῖς ἔτι τὰς σπονδὰς φυλάξειν, ἂν μὴ τάλαντα πεντακισχίλια προσεκτίσωσιν, ὅτι μετεπέμψαντο τὸν Ἀννίβαν.