Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
72.4 ἐπεὶ δὲ παρασπονδηθεὶς ὑπὸ Ἀλεξάνδρου τοῦ Φεραίων τυράννου καὶ δεθεὶς κακῶς αὐτὸν ἔλεγεν, εἰπόντος ἐκείνου, σπεύδεις ἀποθανεῖν; πάνυ μὲν οὖν, εἶπεν, ἵνα μᾶλλον παροξυνθῶσι Θηβαῖοι, καὶ σὺ δίκην δῷς τάχιον.
72.5 Θήβης δὲ τῆς τοῦ τυράννου γυναικὸς ἐλθούσης πρὸς Πελοπίδαν καὶ λεγούσης θαυμάζειν ὅτι οὕτως ἱλαρός ἐστι δεδεμένος, αὐτὸς ἔφη μᾶλλον θαυμάζειν ἐκείνην, ὅτι μὴ δεδεμένη ὑπομένει Ἀλέξανδρον.
72.6 Κομισαμένου δʼ αὐτὸν τοῦ Ἐπαμεινώνδου, χάριν εἶπεν ἔχειν Ἀλεξάνδρῳ· πεπειρᾶσθαι πεπειρᾶσθαι] πεπείραται some mss. γὰρ ἑαυτοῦ νῦν μάλιστα οὐ μόνον πρὸς πόλεμον, ἀλλὰ καὶ πρὸς θάνατον εὐθαρσῶς ἔχοντος.

Μανιου Κούριου

73.1 Μάνιος Κούριος, ἐγκαλούντων αὐτῷ τινων ὅτι τῆς αἰχμαλώτου χώρας ὀλίγον ἑκάστῳ μέρος διένειμε τὴν δὲ πολλὴν ἐποίησε δημοσίαν, ἐπηύξατο μηδένα γενέσθαι Ῥωμαίων ὃς ὀλίγην ἡγήσεται γῆν τὴν τρέφουσαν.
73.2 Σαυνιτῶν δὲ μετὰ τὴν ἧτταν ἀφικομένων πρὸς αὐτὸν καὶ χρυσίον διδόντων, ἔτυχεν ἐν χύτραις ἕψων γογγυλίδας· ἀπεκρίνατο δὲ τοῖς Σαυνίταις μηδὲν χρυσίου δεῖσθαι τοιοῦτον δεῖπνον δειπνῶν· αὑτῷ δὲ βέλτιον εἶναι τοῦ χρυσίον ἔχειν τὸ κρατεῖν τῶν ἐχόντων.

Γαιου Φαβρικιου

74.1 Γάιος Φαβρίκιος τὴν ὑπὸ Πύρρου Ῥωμαίων ἧτταν πυθόμενος, Λαιβῖνον, Λαιβῖνον as in the Life of Pyrrhus, chaps. xiv.-xix., and in many other authors: λαβιήνῳ. εἶπε, Πύρρος, οὐκ Ἠπειρῶται Ῥωμαίους νενικήκασιν.
74.2 ἐλθὼν δὲ πρὸς Πύρρον περὶ λύσεως αἰχμαλώτων χρυσίον μὲν πολὺ διδόντος οὐκ ἔλαβε· τῇ δʼ ὑστεραίᾳ τὸν μέγιστον ἐλέφαντα τοῦ Πύρρου παρασκευάσαντος ἐξόπισθεν ἀγνοοῦντι τῷ Φαβρικίῳ ῥήξαντα φωνὴν ἐπιφανῆναι· καὶ τούτου γενομένου, ἐπιστραφεὶς ὁ Φαβρίκιος καὶ μειδιάσας, ἐμέ, εἶπεν, οὔτε τὸ χρυσίον ἐχθὲς οὔτε σήμερον τὸ θηρίον ἐξέπληξε.
74.3 τοῦ δὲ Πύρρου παρακαλοῦντος αὐτὸν εἶναι σὺν αὐτῷ καὶ τὴν μετʼ αὐτὸν ἔχειν ἡγεμονίαν, οὐδὲ σοί, ἔφη, τοῦτο λυσιτελές ἐστιν· Ἠπειρῶται γάρ, ἐὰν ἀμφοτέρους γνῶσιν ἡμᾶς, ὑπʼ ἐμοῦ βασιλεύεσθαι μᾶλλον ἢ σοῦ ἐθελήσουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme