Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
77.2 νικήσας δὲ μάχῃ τὸν Φίλιππον ἐκήρυξεν ἐν Ἰσθμίοις, ὅτι τοὺς Ἕλληνας ἐλευθέρους καὶ αὐτονόμους ἀφίησιν. ὅσοι δὲ Ῥωμαίων αἰχμάλωτοι γενόμενοι ἐν τοῖς κατʼ Ἀννίβαν χρόνοις ἐδούλευον παρὰ τοῖς Ἕλλησι, τούτων ἕκαστον οἱ Ἕλληνες ἐξωνησάμενοι δραχμῶν πεντακοσίων δωρεὰν ἔδωκαν αὐτῷ, κἀκεῖνοι θριαμβεύοντι συνηκολούθησαν ἐν Ῥώμῃ πιλία περὶ ταῖς κεφαλαῖς ἔχοντες, ὥσπερ ἔθος ἐστὶ τοῖς ἐλευθερωθεῖσι.
77.3 τοὺς δʼ Ἀχαιοὺς ἐπὶ τὴν Ζακυνθίων νῆσον διανοουμένους στρατεύειν ἐκέλευε φυλάττεσθαι, μὴ καθάπερ αἱ χελῶναι τὴν κεφαλὴν προτείναντες ἔξω τῆς Πελοποννήσου κινδυνεύσωσιν.
77.4 Ἀντιόχου δὲ τοῦ βασιλέως μετὰ πολλῆς δυνάμεως ἥκοντος εἰς τὴν Ἑλλάδα καὶ πάντων ἐκπεπληγμένων τὰ πλήθη καὶ τοὺς ὁπλισμούς, λόγον εἶπε τοιοῦτον πρὸς τοὺς Ἀχαιούς· ἔφη γὰρ ἐν Χαλκίδι παρὰ τῷ ξένῳ δειπνῶν θαυμάζειν τὸ τῶν κρεῶν πλῆθος· εἰπεῖν δὲ τὸν ξένον ὅτι ταῦτα πάντα χοίρειά ἐστιν ἡδύσμασι καὶ σκευασίαις διαφέροντα. μὴ τοίνυν μηδὲ ὑμεῖς ἔφη θαυμάζετε τὴν βασιλικὴν δύναμιν, λογχοφόρους καὶ καὶ] prius om. mei codd. καταφράκτους καὶ πεζεταίρους καὶ ἀμφιπποτοξότας ἀκούοντες· πάντες γάρ εἰσιν οὗτοι Σύροι ὁπλαρίοις ἀλλήλων διαφέροντες.
77.5 Φιλοποίμενι δὲ τῷ στρατηγῷ τῶν Ἀχαιῶν ἱππεῖς μὲν πολλοὺς καὶ ὁπλίτας ἔχοντι, χρημάτων δὲ οὐκ εὐποροῦντι, προσπαίζων ἔλεγεν ὅτι χεῖρας ἔχει Φιλοποίμην καὶ σκέλη, γαστέρα δὲ οὐκ ἔχει καὶ γὰρ τῇ φύσει τοῦ σώματος ἦν καὶ ὁ Φιλοποίμην τοιοῦτος.

Γναίου Δομιτίου

78.1 Γνάιος, Γνάιος M: γάϊος Δομίτιος, ὃν Σκιπίων ὁ μέγας ἀνθʼ ἑαυτοῦ τῷ ἀδελφῷ Λευκίῳ παρακατέστησεν ἐν τῷ πρὸς Ἀντίοχον πολέμῳ, κατασκεψάμενος τὴν τῶν πολεμίων φάλαγγα, καὶ τῶν περὶ αὐτὸν ἡγεμονικῶν εὐθὺς ἐπιχειρεῖν κελευόντων, ἔφη τὴν ὥραν οὐκ ἐπαρκεῖν, ἵνα τοσαύτας μυριάδας κατακόψαντες καὶ διαρπάσαντες τὴν. ἀποσκευὴν ἐπανελθόντες εἰς τὸ στρατόπεδον ἑαυτῶν ἐπιμεληθῶσι, τὸ δὲ αὐτὸ ποιήσειν αὔριον καθʼ ὥραν καὶ συμβαλὼν τῇ ὑστεραίᾳ πεντακισμυρίους τῶν πολεμίων ἀνεῖλεν.

Ποπλίου Λικινίου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme