Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
82.16 ἐπεὶ δὲ ἐλθὼν εἰς τὸ στρατόπεδον πολλὴν ἀταξίαν καὶ ἀκολασίαν καὶ δεισιδαιμονίαν καὶ τρυφὴν κατέλαβε, μάντεις μὲν εὐθὺς ἐξήλασε καὶ θύτας καὶ πορνοβοσκούς, σκεύη δὲ προσέταξεν ἀποπέμπειν ἅπαντα πλὴν χύτρας ὀβελίσκου καὶ ποτηρίου κεραμεοῦ· τῶν δὲ ἀργυρῶν ἀργυρῶν as in Moralia, 175 e, and elsewhere: ἀργυρέων. ἔκπωμα οὐ μεῖζον δύο λιτρῶν συνεχώρησε τοῖς βουλομένοις ἔχειν· λούεσθαι δὲ ἀπεῖπε, τῶν δὲ ἀλειφομένων τρίβειν ἕκαστον ἑαυτόν· τὰ γὰρ ὑποζύγια χεῖρας μὴ ἔχοντα ἑτέρου τρίψοντος δεῖσθαι· προσέταξε δὲ ἀριστᾶν μὲν ἑστῶτας ἄπυρον ὄψον, δειπνεῖν δὲ κατακειμένους ἄρτον ἢ πόλτον πόλτον: πολτὸν or ποτὸν. ἁπλῶς καὶ κρέας ὀπτὸν ἢ ἑφθόν· αὐτὸς δὲ σάγον ἐμπεπορπημένος μέλανα περιῄει, πενθεῖν τὴν τοῦ στρατεύματος αἰσχύνην λέγων.
82.17 Μεμμίου δέ τινος χιλιάρχου λαβὼν ὑποζύγια φυκτῆρας διαλίθους παρακομίζοντα καὶ Θηρικλείους, ἐμοὶ μέν, εἶπεν, ἡμέρας τριάκοντα τριάκοντα] δὶς τριάκοντα or ἑξήκοντα Cobet. καὶ τῇ πατρίδι, σαυτῷ δὲ τὸν βίον ἅπαντα τοιοῦτος ὢν ἄχρηστον πεποίηκας σεαυτόν.
82.18 ἑτέρου δὲ θυρεὸν ἐπιδείξαντος εὖ κεκοσμημένον, ὁ μὲν θυρεός, εἶπεν, ὦ νεανία, καλός, πρέπει δὲ Ῥωμαῖον ἄνδρα μᾶλλον ἐν τῇ δεξιᾷ τὰς ἐλπίδας ἔχειν ἢ τῇ ἀριστερᾷ.
82.19 τοῦ δὲ τὸν χάρακα ἄραντος σφόδρα πιέζεσθαι φάσκοντος, εἰκότως, ἔφη· τῷ γὰρ ξύλῳ τούτῳ μᾶλλον ἢ τῇ μαχαίρᾳ πιστεύεις.
82.20 ὁρῶν δὲ τὴν ἀπόνοιαν τῶν πολεμίων ἔλεγεν ὠνεῖσθαι τοῦ χρόνου τὴν ἀσφάλειαν τὸν γὰρ ἀγαθὸν στρατηγὸν ὥσπερ ἰατρὸν ἐσχάτης δεῖσθαι τῆς διὰ τοῦ σιδήρου θεραπείας. οὐ μὴν ἀλλʼ ἐπιθέμενος ἐν καιρῷ τοὺς Νομαντίνους ἐτρέψατο.
82.21 τῶν δὲ πρεσβυτέρων τοὺς ἡττημένους κακιζόντων, τί τί] ὅ τι Bernardakis, ὅτι Hatzidakis. πεφεύγασιν οὓς τοσαυτάκις ἐδίωξαν, εἰπεῖν τινα λέγεται τῶν Νομαντίνων ὡς τὰ πρόβατα ταὐτὰ καὶ νῦν ἐστιν, ὁ δὲ ποιμὴν ἄλλος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme