82.22
ἐπεὶ δὲ τὴν Νομαντίαν ἑλὼν καὶ θριαμβεύσας τὸ δεύτερον πρὸς Γάιον Γράκχον ὑπέρ τε τῆς βουλῆς καὶ τῶν συμμάχων κατέστη διαφορᾷ, καὶ λυπούμενος ὁ δῆμος ἐθορύβησεν αὐτὸν ἐπὶ τοῦ βήματος, ἐμέ, εἶπεν, οὐδέποτε στρατοπέδων ἀλαλαγμὸς ἐθορύβησεν, οὔτι γε συγκλύδων ἀνθρώπων, ὧν οὐ μητέρα τὴν Ἰταλίαν ἀλλὰ μητρυιὰν οὖσαν ἐπίσταμαι.
82.23
τῶν δὲ περὶ τὸν Γάιον βοώντων κτεῖναι τὸν τύραννον, εἰκότως, εἶπεν, οἱ τῇ πατρίδι πολεμοῦντες ἐμὲ βούλονται προανελεῖν οὐ γὰρ οἷόν τε τὴν Ῥώμην πεσεῖν Σκιπίωνος ἑστῶτος οὐδὲ ζῆν Σκιπίωνα τῆς Ῥώμης πεσούσης.
Καικιλίου Μετέλλου
83.1
Καικίλιος Μέτελλος ὀχυρῷ χωρίῳ βουλευόμενος προσαγαγεῖν, εἰπόντος ἑκατοντάρχου πρὸς αὐτὸν ὡς, ἐὰν δέκα μόνους ἀποβάλῃ, ἀποβάλῃ] ἀπολάχῃ (!) Hartman. λήψεται τὸ χωρίον, ἠρώτησεν αὐτὸν εἰ βούλοιτο εἷς τῶν δέκα γενέσθαι.
83.2
τῶν δὲ νεωτέρων τινὸς χιλιάρχου πυνθανομένου τί μέλλει ποιεῖν, εἰ τοῦτο, τοῦτο Wyttenbach (as in Moralia, 506 d): τοῦτον. ἔφη, συνειδέναι μοι τὸν χιτωνίσκον ἐνόμιζον, ἀποδυσάμενος ἂν αὐτὸν ἐπὶ. τὸ πῦρ ἐπέθηκα.
83.3
Σκιπίωνι δὲ ζῶντι πολεμῶν, ἀποθανόντος ἠχθέσθη, καὶ τοὺς μὲν υἱοὺς ἐκέλευσεν ὑποδύντας ἄρασθαι τὸ λέχος, τοῖς δὲ θεοῖς ἔφη χάριν ἔχειν ὑπὲρ τῆς Ῥώμης, ὅτι παρʼ ἄλλοις οὐκ ἐγένετο Σκιπίων.
Γαίου Μαρίου
84.1
Γάιος Μάριος ἐκ γένους ἀδόξου προϊὼν εἰς πολιτείαν διὰ τῶν στρατειῶν, ἀγορανομίαν τὴν μείζονα παρήγγειλεν· αἰσθόμενος δὲ ὅτι λείπεται τῆς αὐτῆς ἡμέρας ἐπὶ τὴν ἐλάττονα μετῆλθε· κἀκείνης ἀποτυχὼν, ὅμως οὐκ ἀπέγνω τοῦ πρωτεύσειν Ῥωμαίων.
84.2
Ἰξίας δὲ ἔχων ἐν ἀμφοτέροις τοῖς σκέλεσι παρέσχεν ἄδετος ἐκτεμεῖν τῷ ἰατρῷ, καὶ μὴ στενάξας μηδὲ τὰς ὀφρῦς συναγαγὼν ἐνεκαρτέρησε τῇ χειρουργίᾳ· τοῦ δὲ ἰατροῦ μεταβαίνοντος ἐπὶ θάτερον, οὐκ ἠθέλησεν εἰπὼν οὐκ εἶναι τὸ θεράπευμα τῆς ἀλγηδόνος ἄξιον.
84.3
ἐπεὶ δὲ Λούσιος ὁ ἀδελφιδοῦς, αὐτοῦ τὸ δεύτερον ὑπατεύοντος, ἐβιάζετο τῶν ἐν ὥρᾳ στρατευομένων τινὰ ὀνόματι Τρεβώνιον, ὁ δὲ ἀπέκτεινεν αὐτόν, καὶ πολλῶν κατηγορούντων οὐκ ἠρνήσατο κτεῖναι τὸν ἄρχοντα, τὴν δὲ αἰτίαν εἶπε καὶ ἀπέδειξε· κελεύσας οὖν ὁ Μάριος τὸν ἐπὶ ταῖς ἀριστείαις διδόμενον στέφανον κομισθῆναι τῷ Τρεβωνίῳ περιέθηκε.