89.6
ἔθους δὲ ὄντος ἐν Ῥώμῃ τοῖς ἱππεῦσιν, ὅταν στρατεύσωνται τὸν νόμιμον χρόνον, ἄγειν τὸν ἵππον εἰς ἀγορὰν ἐπὶ τοὺς δύο ἄνδρας, οὓς τιμητὰς καλοῦσι, καὶ καταριθμησαμένους τὰς στρατείας καὶ τοὺς στρατηγοὺς ὑφʼ οἷς οἷς Wyttenbach: οὓς. ἐστρατεύσαντο τυγχάνειν ἐπαίνων ἢ ψόγων τῶν προσηκόντων ὑπατεύων ὁ Πομπήιος κατήγαγεν αὐτὸς τὸν ἵππον ἐπὶ τοὺς τιμητὰς Γέλλιον Γέλλιον Xylander (as the name is recorded elsewhere): τέλλιον or στελλιον. καὶ Λέντλον ἐκείνων δὲ ὥσπερ ἔθος ἐστὶ πυθομένων, εἰ πάσας ἐστράτευται τὰς στρατείας, πάσας, εἶπεν, ὑπʼ ἐμαυτῷ αὐτοκράτορι.
89.7
τῶν δὲ Σερτωρίου γραμμάτων κρατήσας ἐν Ἰβηρίᾳ, ἐν οἷς ἦσαν ἐπιστολαὶ πολλῶν ἡγεμόνων ἐπὶ νεωτερισμῷ καὶ μεταβολῇ τῆς πολιτείας τὸν Σερτώριον εἰς Ῥώμην καλούντων, κατέκαυσε πάσας διδοὺς μετανοῆσαι καὶ βελτίονας γενέσθαι τοὺς πονηρούς.
89.8
ἐπεὶ δὲ Φραάτης ὁ Πάρθων βασιλεὺς ἔπεμψε πρὸς αὐτὸν ἀξιῶν ὅρῳ χρῆσθαι τῷ Εὐφράτῃ, μᾶλλον ἔφη χρῆσθαι χρῆσθαι] χρήσεσθαι in the Life of Pompey, chap. xxxiii. Ῥωμαίους ὅρῳ πρὸς Πάρθους τῷ δικαίῳ.
89.9
Λευκίου δὲ Λευκούλλου μετὰ τὰς στρατείας ἀφεικότος αὑτὸν εἰς ἡδονὰς καὶ πολυτελῶς ζῶντος, τὸν δὲ Πομπήιον ὡς παρʼ ἡλικίαν τοῦ πολλὰ πράττειν ὀρεγόμενον ψέγοντος, μᾶλλον ἔφη γέροντι τὸ τρυφᾶν ἢ ἢ] ἢ νέῳ Pantazides and S. A. Naber, but this is quite discredited by the other three versions. (Cf. note d.) τὸ ἄρχειν εἶναι παρʼ ἡλικίαν.
89.10
νοσοῦντι δὲ αὐτῷ κίχλην ὁ ἰατρὸς λαβεῖν προσέταξεν· οἱ δὲ ζητοῦντες οὐχ εὗρον ἦν γὰρ παρʼ ὥραν, ἔφη δέ τις εὑρεθήσεσθαι παρὰ Λευκούλλῳ διʼ ἔτους τρεφομένας· εἶτα, ἔφη, εἰ μὴ Λεύκουλλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησε; καὶ χαίρειν ἐάσας τὸν ἰατρὸν ἔλαβέ τῶν εὐπορίστων.