21.1
Διονύσιος ὁ πρεσβύτερος, κληρουμένων κατὰ γράμμα τῶν δημηγορούντων, ὡς ἔλαχε τὸ Μ, πρὸς τὸν εἰπόντα μωρολογεῖς Διονύσιε· μοναρχήσω μὲν οὖν εἶπε, καὶ δημηγορήσας εὐθὺς ᾑρέθη στρατηγὸς ὑπὸ τῶν Συρακοσίων.
21.2
ἐπεὶ δʼ ἐν ἀρχῇ τῆς τυραννίδος ἐπολιορκεῖτο, συστάντων ἐπʼ αὐτὸν τῶν πολιτῶν, οἱ μὲν φίλοι συνεβούλευον ἀπαλλαγῆναι τῆς ἀρχῆς, εἰ μὴ βούλεται κρατηθεὶς ἀποθανεῖν· ὁ δὲ βοῦν ἰδὼν σφαττόμενον ὑπὸ μαγείρου καὶ πίπτοντα ταχέως εἶτα οὐκ ἀηδές ἀηδές] ὄνειδος? ἐστιν εἶπεν οὕτω βραχὺν ὄντα τὸν θάνατον φοβηθέντας ἡμᾶς ἀρχὴν ἐγκαταλιπεῖν τηλικαύτην;
21.3
τὸν δὲ υἱὸν αἰσθόμενος, ᾧ τὴν ἀρχὴν ἀπολιπεῖν ἔμελλεν, ἀνδρὸς ἐλευθέρου διαφθείραντα γύναιον, ἠρώτησε μετʼ ὀργῆς τί τοιοῦτον αὐτῷ σύνοιδεν. εἰπόντος δὲ τοῦ νεανίσκου σὺ γὰρ οὐκ εἶχες πατέρα τύραννον, οὐδὲ σύ εἶπεν υἱὸν ἕξεις, ἐὰν μὴ παύσῃ ταῦτα ποιῶν.
21.4
πάλιν δὲ πρὸς αὐτὸν εἰσελθὼν καὶ θεασάμενος ἐκπωμάτων χρυσῶν καὶ ἀργυρῶν πλῆθος ἀνεβόησεν οὐκ ἔστιν ἐν σοὶ τύραννος, ὃς ἀφʼ ὧν λαμβάνεις ἀπʼ ἐμοῦ ποτηρίων τοσούτων φίλον οὐδένα σεαυτῷ πεποίηκας.
21.5
χρήματα δὲ εἰσπράσσων τοὺς Συρακοσίους, εἶτα ὁρῶν ὀδυρομένους καὶ δεομένους καὶ λέγοντας ὡς οὐκ ἔχουσιν, ἐκέλευσεν ἕτερα πράττειν, καὶ δὶς ἢ τρὶς τοῦτο ἐποίησεν· ἐπεὶ δὲ προστάξας πλείονα γελᾶν ἤκουσεν αὐτοὺς καὶ σκώπτειν ἐν ἀγορᾷ περιιόντας, ἐκέλευσε παύσασθαι νῦν γὰρ οὐδὲν ἔχουσιν εἶπεν ὅτε καταφρονοῦσιν ἡμῶν.
21.6
τῆς δὲ μητρὸς αὐτοῦ παρήλικος μὲν οὔσης δοθῆναι δὲ ἀνδρὶ βουλομένης, ἔφη τοὺς μὲν τῆς πόλεως βιάσασθαι νόμους δύνασθαι, τοὺς δὲ τῆς φύσεως μὴ δύνασθαι.
21.7
πικρῶς δὲ τοὺς ἄλλους κακούργους κολάζων ἐφείδετο τῶν λωποδυτῶν, ὅπως παύσωνται οἱ Συρακούσιοι τοῦ δειπνεῖν καὶ μεθύσκεσθαι μετʼ ἀλλήλων.
21.8
ξένου δέ τινος ἰδίᾳ φράσειν φάσκοντος αὐτῷ καὶ διδάξειν ὅπως προειδήσει τοὺς ἐπιβουλεύοντας, ἐκέλευσεν εἰπεῖν· ἐπεὶ δὲ προσελθών δός εἶπε μοι τάλαντον, ἵνα δόξῃς ἀκηκοέναι τὰ σημεῖα τῶν ἐπιβουλευόντων, ἔδωκε προσποιούμενος ἀκηκοέναι καὶ θαυμάζειν τὴν μέθοδον τοῦ ἀνθρώπου.
21.9
πρὸς δὲ τὸν πυθόμενον εἰ σχολάζοι μηδέποτε εἶπεν ἐμοὶ τοῦτο συμβαίη.