Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
2.53 τοὺς δὲ ὑπεναντιουμένους αὐτῷ φανερῶς μὲν οὐκ ἐτάραττε· διαπραττόμενος δὲ πέμπεσθαί πέμπεσθαι Life of Agesilaus, chap. xx.: δ’ ἕπεσθαι. τινας ἀεὶ στρατηγοὺς καὶ ἄρχοντας ἐξ αὐτῶν ἐπεδείκνυε γενομένους ἐν ταῖς ἐξουσίαις πονηροὺς καὶ πλεονέκτας· εἶτα κρινομένοις πάλιν αὖ βοηθῶν καὶ συναγωνιζόμενος οἰκείους ἐποιεῖτο καὶ μεθίστη πρὸς ἑαυτόν, ὥστε οὐδένα ἀντίπαλον εἶναι.
2.54 ἐδεήθη τις αὐτοῦ γράψαι πρὸς τοὺς ἐπʼ Ἀσίας ξένους, ὅπως τύχῃ τοῦ δικαίου· ἀλλʼ οἱ ἐμοὶ ξένοι, εἶπε, τὰ δίκαια διʼ ἑαυτῶν, κἂν ἐγὼ μὴ γράψω, ποιοῦσιν.
2.55 ἐπεδείκνυέ τις αὐτῷ τῆς πόλεως τὸ τεῖχος ὀχυρὸν καὶ καρτερῶς ἄγαν ἐξῳκοδομημένον, καὶ ἠρώτα εἰ καλὸν αὐτῷ φαίνεται· νὴ Δία, ἔφη. καλὸν οὐχ ὡς ἀνδράσι δὲ ἀλλʼ ὡς γυναιξὶν ἐνοικεῖν.
2.56 Μεγαρέως δέ τινος περὶ τῆς πόλεως πρὸς αὐτὸν μεγαλαυχουμένου, μειράκιον, ἔφη, οἱ λόγοι σου πολλῆς δυνάμεως δέονται.
2.57 ἃ δὲ τοὺς ἄλλους ἑώρα θαυμάζοντας ἐδόκει μηδὲ γινώσκειν. καί ποτε Καλλιππίδης ὁ τῶν τραγῳδιῶν ὑποκριτής, ὄνομα καὶ δόξαν ἔχων ἐν τοῖς Ἕλλησι καὶ σπουδαζόμενος ὑπὸ πάντων, πρῶτον μὲν ἀπήντησεν αὐτῷ καὶ προσεῖπεν, ἔπειτα σοβαρῶς εἰς τοὺς συμπεριπατοῦντας ἐμβαλὼν ἑαυτόν, ἐπεδείκνυτο νομίζων ἐκεῖνον ἄρξειν ἄρξειν Life of Agesilaus, chap. xxi.: ἄρξαι. τινὸς φιλοφρονήσεως· τέλος δὲ εἶπεν, οὐκ ἐπιγιγνώσκεις με, ὦ βασιλεῦ, οὐδʼ ἤκουσας ὅστις εἰμί; ὁ ο Ἀγησίλαος ἀποβλέψας εἰς αὐτὸν εἶπεν, εἶπεν added from ibid. ἀλλʼ οὐ τύ ἐσσι Καλλιππίδας ὁ δεικηλίκτας; οὕτω δὲ Λακεδαιμόνιοι τοὺς μίμους καλοῦσιν.
2.58 τοῦ δὲ μιμουμένου τὴν τῆς ἀηδόνος φωνὴν ἀκοῦσαι παρακαλούμενος παρῃτήσατο φήσας αὐτᾶς ἄκουκα πολλάκις.
2.59 Μενεκράτους δὲ τοῦ ἰατροῦ, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπείαις Ζεὺς ἐπεκλήθη, φορτικῶς ταύτῃ χρωμένου τῇ προσωνυμίᾳ, καὶ δὴ πρὸς τὸν Ἀγησίλαον ἐπιστεῖλαι τολμήσαντος οὕτω,
2.59 Μενεκράτης Ζεὺς Ἀγησιλάῳ βασιλεῖ χαίρειν, οὐκ ἀναγνοὺς τὰ λοιπὰ ἀντέγραψε,
2.59 βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme