Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
2.71 συνεχῶς δὲ αὐτοῦ τοῖς Θηβαίοις πολεμοῦντος καὶ τρωθέντος ἐν τῇ μάχῃ, φασὶ τὸν Ἀνταλκίδαν εἰπεῖν καλὰ τὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους αὐτοὺς μηδʼ ἐπισταμένους μάχεσθαι διδάξας. τῷ γὰρ ὄντι Θηβαίους αὐτοὺς ἑαυτῶν πολεμικωτάτους τότε φασὶ γενέσθαι ταῖς πολλαῖς στρατείαις τῶν Λακεδαιμονίων ἐπʼ αὐτούς. διὸ καὶ Λυκοῦργος ὁ παλαιὸς ἐν ταῖς καλουμέναις Ῥήτραις ἀπεῖπε πολλάκις ἐπὶ τοὺς αὐτοὺς στρατεύειν ὅπως πολεμεῖν μὴ μανθάνωσιν.
2.72 ἐπεὶ δὲ ἤκουσέ ποτε δυσχερᾶναι τοὺς συμμάχους διὰ τὰς συνεχεῖς στρατείας, ὀλίγοις οὖσι τοῖς Λακεδαιμονίοις πολλοὺς ἀκολουθοῦντας, πολλοὺς ἀκολουθοῦντας M: πολλοὶ ἀκολουθοῦντες ἐλέγξαι βουλόμενος αὐτῶν τὸ πλῆθος ἐκέλευσεν ἅπαντας. τοὺς συμμάχους καθίσαι μετʼ ἀλλήλων ἀναμεμιγμένους, ἰδίᾳ δὲ τοὺς Λακεδαιμονίους ἐφʼ ἑαυτῶν εἶτα ἐκήρυττε τοὺς κεραμεῖς ἀνίστασθαι πρώτους, ὡς δὲ ἀνέστησαν οὗτοι, δευτέρους ἐκήρυττε τοὺς χαλκεῖς, εἶτα τέκτονας ἐφεξῆς καὶ οἰκοδόμους, καὶ τῶν ἄλλων τεχνῶν ἑκάστην. πάντες οὖν ὀλίγου δεῖν ἀνέστησαν οἱ σύμμαχοι, τῶν δὲ Λακεδαιμονίων οὐδείς· ἀπείρητο γὰρ αὐτοῖς τέχνην ἐργάζεσθαι καὶ καὶ * μανθάνειν βάναυσον. οὕτω δὴ γελάσας ὁ Ἀγησίλαος ὁρᾶτε εἶπεν ὦ ἄνδρες, ὅσῳ πλείονας ὑμῶν στρατιώτας ἐκπέμπομεν ἡμεῖς;
2.73 ἐν δὲ τῇ περὶ Λεῦκτρα μάχῃ, πολλῶν Λακεδαιμονίων φυγόντων καὶ τούτων ταῖς ἐκ τοῦ νόμου αἰτίαις ὑπευθύνων ὄντων, οἱ ἔφοροι ἔρημον ἀνδρῶν τὴν πόλιν ὁρῶντες δεομένην στρατιωτῶν ἐβούλοντο τὴν ἀτιμίαν λῦσαι καὶ τοὺς νόμους τηρεῖν. αἱροῦνται οὖν νομοθέτην τὸν Ἀγησίλαον ὁ δὲ προσελθὼν εἰς τὸ δημόσιον νομοθέτης μὲν οὐκ ἂν γενοίμην ἑτέρων νόμων εἶπε, τοῖς γὰρ οὖσιν οὔτʼ ἂν προσθείην τι οὔτʼ ἂν ἀφέλοιμι οὔτε μεταποιήσαιμι· τοὺς δὲ ὄντας ἡμῖν νόμους κυρίους εἶναι καλῶς ἔχον ἐστὶν ἀπὸ τῆς αὔριον.
2.74 τὸν δʼ Ἐπαμεινώνδαν ἐπελθόντα μετὰ τοσούτου ῥεύματος καὶ κλύδωνος, τῶν Θηβαίων καὶ συμμάχων μεγαλαυχουμένων ἐπὶ τῇ νίκῃ, ὅμως εἶρξε τῆς πόλεως καὶ ἀναστρέψαι ἐποίησεν, ὀλίγων ὄντων τῶν ἐν τῇ πόλει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme