Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
2.78 περιταφρευόντων δὲ τῶν πολεμίων τὸ στρατόπεδον αὐτοῦ διὰ τὸ πλῆθος, καὶ Νεκτανάβιος, Νεκτανάβιος W: νεκτάβιος ᾧ συνεμάχει, ἀξιοῦντος ἐπεξιέναι καὶ διαμάχεσθαι, οὐκ ἔφη διακωλύσειν τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι βουλομένους. ἔτι δὲ μικρὸν ἀπολιπούσης τῆς τάφρου συνάψαι, κατὰ τοῦτο παρατάξας τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσοις ἀγωνισάμενος τροπὴν ἐποιήσατο καὶ πολὺν φόνον τῶν πολεμίων ὀλίγοις τοῖς περὶ αὑτὸν στρατιώταις καὶ χρήματα πολλὰ τῇ πόλει διεπέμψατο.
2.79 κατὰ δὲ τὸν Αἰγύπτου Αἰγύπτου] malim ἀπ’ Αἰγύπτου ἀπόπλουν ἀποθνήσκων ἐνετείλατο τοῖς περὶ αὑτὸν μήτε πλαστὰν μήτε γραπτὰν μήτε μιμηλὰν τοῦ σώματος εἰκόνα ποιήσασθαι, εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖον ἔσται· εἰ δὲ μή, οὐδʼ οἱ πάντες ἀνδριάντες, βαναύσων καὶ οὐδενὸς ἀξίων ἔργα ὄντες.

Ἀγησιπόλιδος τοῦ Κλεομβρότου

3.1 Ἀγησίπολις ὁ Κλεομβρότου, εἰπόντος τινὸς ὅτι Φίλιππος ἐν ὀλίγαις ἡμέραις Ὄλυνθον κατέσκαψε, μὰ τοὺς θεούς εἶπεν ἄλλην τοιαύτην ἐν πολλαπλασίονι χρόνῳ οὐκ οἰκοδομήσει.
3.2 ἄλλου δὲ εἰπόντος ὅτι μετὰ τῶν ἀκμαζόντων βασιλεύων ὡμήρευσε καὶ οὐχ οἱ παῖδες οὐδʼ αἱ γυναῖκες αὐτῶν, δικαίως εἶπεν αὐτοὺς γὰρ ἡμᾶς καλῶς ἔχον ἐστὶ τὰς αὑτῶν ἁμαρτίας φέρειν.
3.3 βουλομένου δʼ αὐτοῦ σκύλακας οἴκοθεν μεταπέμψασθαι, ὥς τις εἶπεν οὐκ ἔστιν ἐξαγωγὴ παρʼ αὐτῶν , οὐδὲ γὰρ ἀνδρῶν ἔφη πρόσθεν, ἀλλὰ νῦν ἐγένετο.

Ἀγησιπόλιδος τοῦ Παυσανίου

4.1 Ἀγησίπολις ὁ Παυσανίου, Ἀθηναίων πρὸς αὐτὸν περὶ ὧν εἶχον πρὸς ἀλλήλους ἐγκλημάτων τὴν τῶν Μεγαρέων πόλιν ἔκκλητον λαμβανόντων, αἰσχρόν ἔφη ὦ Ἀθηναῖοι, τοὺς ἀφηγησαμένους τῶν Ἑλλήνων ἧσσον εἰδέναι Μεγαρέων τὸ δίκαιον.

Ἄγιδος τοῦ Ἀρχιδάμου

5.1 Ἆγις ὁ Ἀρχιδάμου, τῶν ἐφόρων ποτὲ εἰπόντων βάδιζε τοὺς ἡβῶντας ἔχων ἐπὶ τὴν τούτου πατρίδα· ἡγήσεται δέ σοι αὐτὸς οὗτος ἐπὶ τὴν ἀκρόπολιν, καὶ πῶς εἶπε καλῶς ἔχον ἐστίν, ὦ ἔφοροι, τοσούτους νέους πιστεύειν τῷ τὴν ἑαυτοῦ πατρίδα προδιδόντι
5.2 ἐρωτηθεὶς δὲ τί μάλιστα μάθημα ἐν Σπάρτῃ ἀσκεῖται τὸ γινώσκειν εἶπεν ἄρχειν τε καὶ ἄρχεσθαι.
5.3 οὐκ ἔφη δὲ τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσὶν οἱ πολέμιοι, ἀλλὰ ποῦ εἰσίν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme