Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
27.1 Δερκυλλίδας, Πύρρου τὴν στρατιὰν ἐπὶ τῆς Σπαρτιάτιδος ἔχοντος, πεμφθεὶς πρὸς αὐτὸν πρεσβευτής, τοῦ Πύρρου προστάττοντος καταδέχεσθαι τὸν βασιλέα αὐτῶν Κλεώνυμον ἢ γνώσεσθαι ὡς οὐδενὸς τῶν ἄλλων ἀνδρειότεροι τυγχάνουσιν, ὑποτυχὼν εἶπεν εἰ μὲν θεός ἐστιν, οὐ φοβούμεθα τοῦτον· οὐδὲν γὰρ ἀδικοῦμεν· εἰ δὲ ἄνθρωπος, οὐχ ἡμῶν γε κρείσσων.

Δημαράτου

28.1 Δημάρατος, Ὀρόντου πρὸς αὐτὸν σκληρότερον ὁμιλήσαντος καὶ εἰπόντος τινὸς σκληρῶς σοι κέχρηται Ὀρόντης, ὦ Δημάρατε , οὐδὲν ἥμαρτεν εἰς ἐμὲ εἶπεν οἱ γὰρ πρὸς χάριν ὁμιλοῦντες βλάπτουσιν οὐχ οἱ μετὰ ἀπεχθείας.
28.2 ἐρωτήσαντος δέ τινος διὰ τί τοὺς μὲν τὰς ἀσπίδας παρʼ αὐτοῖς ἀποβαλόντας ἀτιμοῦσι, τοὺς δὲ τὰ κράνη καὶ τοὺς θώρακας οὐκέτι, ὅτι ἔφη ταῦτα μὲν ἑαυτῶν χάριν περιτίθενται τὴν δὲ ἀσπίδα τῆς κοινῆς τάξεως ἕνεκα.
28.3 ψάλτου δὲ ἀκροώμενος οὐ κακῶς εἶπε φαίνεταί μοι φλυαρεῖν.
28.4 ἐν δέ τινι συνεδρίῳ ἐρωτώμενος πότερον διὰ μωρίαν ἢ διʼ ἀπορίαν λόγων σιωπᾷ, ἀλλʼ ὅ γε μωρὸς οὐκ ἂν δύναιτο σιγᾶν ἔφη.
28.5 πυθομένου δέ τινος διὰ τί φεύγει τὴν Σπάρτην βασιλεὺς ὤν, ὅτι ἔφη κρείσσονες αὐτῆς οἱ νόμοι εἰσί.
28.6 τῶν δὲ Περσῶν τινος διὰ τὸ συνεχὲς τῆς δωροδοκίας τὸν ἐρώμενον αὐτοῦ ἀπαγαγόντος καὶ λέγοντος ὦ Λάκων, τεθήρευκά σου τὸν ἐρώμενον μὰ τοὺς θεούς ἔφη οὐχὶ σύ γε, ἀλλʼ ἠγόρακας.
28.7 ἀποστάντος δέ τινος τῶν Περσῶν τοῦ βασιλέως καὶ μεταπεισθέντος ὑπὸ Δημαράτου ἐπανελθεῖν καὶ μέλλοντος τοῦ βασιλέως τὸν Πέρσην διαχειρίζεσθαι, αἰσχρόν ἔφη ὦ βασιλεῦ, ὅτε μὲν ἐχθρὸς ἦν σοι, μὴ δύνασθαι δίκην τῆς ἀποστάσεως παρʼ αὐτοῦ λαβεῖν, ὅτε δὲ φίλος γέγονεν, ἀποκτείνειν.
28.8 πρὸς δὲ τὸν παρασιτοῦντα τῷ βασιλεῖ καὶ περὶ τῆς φυγῆς πολλάκις ἐπισκώπτοντα αὐτὸν οὐ μαχοῦμαί σοι ἔφη, ὦ ξένε· κατανάλωκα γὰρ τὴν τοῦ βίου τάξιν.

Ἐκπρέπους

29.1 Ἐκπρέπης ἔφορος Φρύνιδος τοῦ μουσικοῦ σκεπάρνῳ τὰς δύο τῶν ἐννέα ἐξέτεμεν, εἰπών μὴ κακούργει τὴν μουσικήν.

Ἐπαινέτου

30.1 Ἐπαίνετος πάντων ἔφη τοὺς ψεύστας τῶν ἁμαρτημάτων καὶ τῶν ἀδικημάτων αἰτίους εἶναι.

Εὐβοίδου

31.1 Εὐβοίδας ἀκούων τινῶν ἐπαινούντων γυναῖκα ἀλλοτρίαν οὐκ ἀπεδέχετο, φήσας ὅλως περὶ γυναικείας φύσεως παρὰ τοῖς ἔξω λόγον εἶναι οὐδένα δεῖ.

Εὐδαμίδου τοῦ Ἀρχιδάμου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme