Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
33.1 Εὐρυκρατίδας ὁ Ἀναξανδρίδου, πυθομένου τινὸς διὰ τί τὰ τὰ W περὶ τῶν συμβολαίων δίκαια ἑκάστης κρίνουσιν οἱ ἔφοροι, ὅπως ἔφη καὶ ἐν πολεμίοις πολεμίοις] malim πολέμοις πιστεύωμεν ἀλλήλοις.

Ζευξιδάμου

34.1 Ζευξίδαμος, πυνθανομένου τινὸς διὰ τί περὶ τῆς ἀνδρείας νόμους ἀγράφους τηροῦσι καὶ νέοις ἀπογραψάμενοι οὐ διδόασιν ἀναγινώσκειν, ὅτι ἔφη συνεθίζεσθαι δεῖ aut δεῖ aut κρεῖττον delendum censet W ταῖς ἀνδραγαθίαις κρεῖττον ἢ ταῖς γραφαῖς προσέχειν.
34.2 Αἰτωλοῦ δέ τινος λέγοντος ὅτι τοῖς ἀνδραγαθεῖν δυναμένοις κρείσσων τῆς εἰρήνης ὁ πόλεμος, οὐ μὰ τοὺς θεούς ἔφη ἀλλὰ τούτοις κρείσσων ὁ θάνατος τῆς ζωῆς.

Ἡρώνδου

35.1 Ἡρώνδας, Ἀθήνησιν ἁλόντος τινὸς γραφὴν ἀργίας, παρὼν καὶ πυθόμενος ἐκέλευσεν ἐπιδεῖξαι αὑτῷ τὸν τὴν ἐλευθερίαν δίκην ἡττηθέντα.

Θεαρίδου

36.1 Θεαρίδας ξίφος ἀκονῶν καὶ ἐρωτώμενος, εἰ ὀξύ ἐστιν, εἶπεν ὀξύτερον διαβολῆς.

Θεμιστέου

37.1 Θεμιστέας Θεμιστέας] Μεγιστίην vocat Herod. 7, 221 προεῖπε μὲν Λεωνίδᾳ τῷ βασιλεῖ τὴν γενησομένην ἀπώλειαν περὶ Θερμοπύλας αὐτοῦ τε καὶ τῶν συστρατευομένων αὐτῷ, μάντις ὤν· ἀποπεμπόμενος δὲ ὑπὸ τοῦ Λεωνίδα εἰς τὴν Λακεδαίμονα προφάσει τοῦ ἀπαγγεῖλαι τὰ συμβησόμενα, ταῖς δʼ ἀληθείαις ἵνα μὴ παραπόληται, οὐκ ἠνέσχετο ἀλλʼ εἶπε μαχητὴς ἐπέμφθην οὐκ ἀγγελιαφόρος.

Θεοπόμπου

38.1 Θεόπομπος πρὸς τὸν ἐρωτήσαντα πῶς ἄν τις ἀσφαλέστατα τηροίη τὴν βασιλείαν, εἰ τοῖς μὲν φίλοις ἔφη μεταδιδοίη παρρησίας δικαίας, τοὺς δὲ ἀρχομένους κατὰ δύναμιν μὴ περιορῴη ἀδικουμένους.
38.2 πρὸς δὲ τὸν ξένον τὸν λέγοντα ὅτι παρὰ τοῖς αὑτοῦ πολίταις καλεῖται φιλολάκων, κρεῖσσον ἔφη ἦν σε φιλοπολίτην ἢ φιλολάκωνα καλεῖσθαι.
38.3 τοῦ δʼ ἐκ τῆς Ἤλιδος πρεσβευτοῦ εἰπόντος ὅτι διὰ τοῦτʼ αὐτὸν ἐξαπέστειλαν οἱ πολῖται, ὅτι μόνος τὸν Λακωνικὸν ἐζήλωσε βίον, καὶ πότερον ἔφη ὁ σὸς ἢ ὁ τῶν ἄλλων πολιτῶν βίος βελτίων ἐστί; τοῦ δὲ εἰπόντος τὸν αὑτοῦ, πῶς οὖν ἂν ἔφη αὕτη ἡ πόλις σῴζοιτο, ἐν ᾗ πολλῶν ὄντων εἷς μόνος ἀγαθός ἐστι;
38.4 λέγοντος δέ τινος ὅτι ἡ Σπάρτη σῴζεται διὰ τοὺς βασιλεῖς ἀρχικοὺς ὄντας, οὔκ ἔφη ἀλλὰ διὰ τοὺς πολίτας πειθαρχικοὺς ὄντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme