32.8
Ἀργείου δέ τινος λέγοντος, ὡς φαυλότεροι γίγνονται κατὰ τὰς ἀποδημίας οἱ Λάκωνες ἐξιστάμενοι τῶν πατρίων νόμων, ἀλλʼ οὐχ ὑμεῖς γε, ἔφη, εἰς τὴν Σπάρτην ἐλθόντες χείρονες ἀλλὰ βελτίονες γίνεσθε.
32.9
Ἀλεξάνδρου δὲ κηρύξαντος ἐν Ὀλυμπίᾳ κατιέναι τοὺς φυγάδας ἅπαντας εἰς τὴν ἰδίαν πλὴν Θηβαίων, ἀτυχὲς μέν, ἔφη, ὦ Θηβαῖοι, τὸ κήρυγμα ἀλλʼ ἔνδοξον· μόνους γὰρ ὑμᾶς φοβεῖται Ἀλέξα νδρος.
32.10
ἐρωτηθεὶς δὲ τίνος ἕνεκα πρὸ τῶν κινδύνων ταῖς Μούσαις σφαγιάζουσιν, ὅπως, ἔφη, αἱ πράξεις λόγων ἀγαθῶν τυγχάνωσιν.
Ευρυκρατιδου τοῦ Ἀναξανδριδου
33.1
Εὐρυκρατίδας ὁ Ἀναξανδρίδου, πυθομένου τινὸς διὰ τί τὰ περὶ τὰ περὶ Wyttenbach: περὶ τὰ or περὶ. τῶν συμβολαίων δίκαια ἑκάστης ἡμέρας κρίνουσιν οἱ ἔφοροι, ὅπως, ἔφη, καὶ ἐν τοῖς πολεμίοις πιστεύωμεν ἀλλήλοις.
Ζευξιδάμου
34.1
Ζευξίδαμος, πυνθανομένου τινὸς διὰ τ ι τοὺς περὶ τῆς ἀνδρείας νόμους ἀγράφους τηροῦσι καὶ τοῖς νέοις ἀπογραψάμενοι οὐ διδόασιν ἀναγινώσκειν, ὅτι, ἔφη, συνεθίζεσθαι δεῖ δεῖ] ἀεὶ is suggested by Wyttenbach. ταῖς ἀνδραγαθίαις κρεῖττον ὂν ὂν added by F.C.B. ἢ ταῖς γραφαῖς προσέχειν.
34.2
Αἰτωλοῦ δέ τινος λέγοντος ὅτι τοῖς ἀνδραγαθεῖν δυναμένοις κρείττων τῆς εἰρήνης ὁ πόλεμος, οὐ μὰ τοὺς θεούς, ἔφη, ἀλλὰ τούτοις κρείττων ὁ θάνατος τῆς ζωῆς.
ἩρωΝ́δου
35.1
Ἡρώνδας, Ἀθήνησιν ἁλόντος τινὸς γραφὴν ἀργίας, παρὼν καὶ πυθόμενος ἐκέλευσεν ἐπιδεῖξαι αὑτῷ τὸν τὴν ἐλευθερίας δίκην ἡττηθέντα.
Θεαρίδου
36.1
Θεαρίδας ξίφος ἀκονῶν ἠρωτήθη εἰ ὀξύ ἐστιν, καὶ εἶπεν, ὀξύτερον διαβολῆς.
Θεμιστεου
37.1
Θεμιστέας Θεμιστέας] Μεγιστίης in Herodotus, vii. 221. προεῖπε μὲν Λεωνίδᾳ τῷ βασιλεῖ τὴν γενησομένην ἀπώλειαν περὶ Θερμοπύλας αὐτοῦ τε καὶ τῶν συστρατευομένων αὐτῷ, μάντις ὤν· ἀποπεμπόμενος δὲ ὑπὸ τοῦ Λεωνίδα εἰς τὴν Λακεδαίμονα προφάσει τοῦ ἀπαγγεῖλαι τὰ συμβησόμενα, ταῖς δʼ ἀληθείαις ἵνα μὴ παραπόληται, οὐκ ἠνέσχετο ἀλλʼ εἶπε, μαχητὴς ἐπέμφθην οὐκ ἀγγελιαφόρος.
Θεόπομπος
38.1
Θεόπομπος πρὸς τὸν ἐρωτήσαντα πῶς ἄν τις ἀσφαλέστατα τηροίη τὴν βασιλείαν, εἰ τοῖς μὲν φίλοις, ἔφη, μεταδιδοίη παρρησίας δικαίας, τοὺς δὲ ἀρχομένους κατὰ δύναμιν μὴ περιορῴη ἀδικουμένους.