42.1
Ἱπποκρατίδας πρὸς τὸν τῆς Καρίας σατράπην ἐπιστείλαντα δι᾽ ὅ τι Λακεδαιμόνιος ἀνὴρ ἐπίβουλευόντων τινῶν συνειδὼς τὴν ἐπιβουλὴν κατεσιώπησε, καὶ προσθέντα προσθέντα F.C.B.: προσθέντος. πῶς χρήσεται αὐτῷ, ἀντέγραψεν, εἰ μὲν μέγα τι ἀγαθὸν αὐτὸν πεποίηκας, κατάκτανε· εἰ δὲ μή, ἐκ τῆς χώρας ἔκβαλε δειλὸν πρὸς ἀρετὴν ὄντα.
42.2
ἀπαντήσαντος δέ ποτε αὐτῷ μειρακίου, ᾧ ἠκολούθει ἐραστής τις, καὶ διατραπέντος, μετὰ τοιούτων ἔφη βαδίζειν δεῖ, μεθʼ ὧν ὀφθεὶς τὴν αὐτὴν χρόαν τηρήσεις.
Καλλικρατίδου
43.1
Καλλικρατίδας ναύαρχος, τῶν Λυσάνδρου φίλων ἀξιούντων ἐπιτρέψαι αὐτοῖς ἕνα τινὰ τῶν ἐχθρῶν ἀνελεῖν καὶ λαβεῖν πεντήκοντα τάλαντα, καίτοι σφόδρα δεόμενος χρημάτων εἰς ὀψώνια τοῖς ναύταις, οὐ συνεχώρησε. Κλέανδρος δὲ σύμβουλος ὤν, ἀλλʼ ἔγωγʼ ἂν ἔλαβον, εἶπεν, εἰ σὺ ἤμην καὶ γὰρ αὐτός, εἶπεν, εἰ σὺ ἦν.
43.2
παραγενόμενος δὲ πρὸς Κῦρον τὸν νεώτερον εἰς Σάρδεις, σύμμαχον ὄντα Λακεδαιμονίοις, ἐπὶ χρήματα τῷ ναυτικῷ, τῇ μὲν πρώτῃ ἡμέρᾳ ἐκέλευσεν εἰσαγγεῖλαι ὅτι βούλεται Κύρῳ ἐντυχεῖν· ὡς δʼ ἤκουσε πίνειν, προσμενῶ, εἶπεν, ἕως ἂν πίῃ· καὶ τότε μὲν ἀπηλλάγη, ὡς ἔγνω οὐχ οἷόν τε εἶναι συμβαλεῖν αὐτῷ ἐκείνῃ τῇ ἡμέρᾳ, δόξας ἀγροικότερος εἶναι. τῇ δʼ ἐχομένῃ, ὡς πάλιν αὐτὸν πίνειν ἤκουσε καὶ οὐ προϊόντα, προϊόντα] παριέντα Kronenberg from Life of Lysander, chap. vi. φήσας, οὐχ οὕτω σπουδαστέον χρήματα λαβεῖν ὡς μηδὲν ἀνάξιον τῆς Σπάρτης ποιεῖν, ἀπηλλάγη εἰς Ἔφεσον, πολλὰ μὲν ἐπαρώμενος κακὰ τοῖς πρώτοις ἐντρυφηθεῖσιν ὑπὸ βαρβάρων καὶ διδάξασιν αὐτοὺς ὑβρίζειν διὰ πλοῦτον ὤμνυε δὲ δὲ Bernardakis: τε. πρὸς τοὺς παρόντας ὡς, ὅταν πρῶτον εἰς Σπάρτην παραγένηται, πάντα ποιήσει ὑπὲρ τοῦ διαλλάξαι τοὺς Ἕλληνας, ὡς φοβερώτεροι τοῖς βαρβάροις εἶεν καὶ παύσαιντο τῆς ἐκείνων ἐπʼ ἀλλήλους δεόμενοι δυνάμεως.
43.3
ἐρωτηθεὶς δὲ ὁποῖοι ἄνδρες εἰσὶν οἱ Ἴωνες, ἐλεύθεροι μὲν, ἔφη, κακοί, δοῦλοι δὲ ἀγαθοί.