Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
50.3 ἀκαίρως δέ τινος περὶ πραγμάτων οὐκ ἀχρήστων διαλεχθέντος, ὦ ξένε εἶπεν οὐκ ἐν δέοντι χρῇ τῷ δέοντι.

Λεωνίδου τοῦ Ἀναξανδρίδα

51.1 Λεωνίδας ὁ Ἀναξανδρίδα, ἀδελφὸς δὲ Κλεομένους, πρός τινα εἰπόντα πλὴν τοῦ βασιλεύειν ἡμῶν οὐδὲν διαφέρεις, ἀλλʼ οὐκ ἄν ἔφη εἰ μὴ βελτίων ὑμῶν ἤμην, ἐβασίλευον.
51.2 τῆς δὲ γυναικὸς αὐτοῦ Γοργοῦς πυνθανομένης, ὅτε εἰς Θερμοπύλας ἐξῄει τῷ Πέρσῃ μαχούμενος, εἴ τι αὐτῇ ἐντέλλεται, ἔφη ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθά τίκτειν.
51.3 λεγόντων δὲ τῶν ἐφόρων ὀλίγους ἄγειν αὐτὸν εἰς Θερμοπύλας, οὐκ ἄλλας οὐκ ἄλλας] οὐκ ὀλίγους m. s. V². οὔκ, ἀλλʼ ἅλις an οὔκ, ἀλλὰ πολλοὺς? ἔφη πρὸς ἣν βαδίζομεν πρᾶξιν.
51.4 πάλιν δὲ αὐτῶν εἰπόντων μή τι ἕτερον διέγνωκας ποιεῖν ἢ τὰς παρόδους τῶν βαρβάρων τῶν βαρβάρων] delevit Madvigius κωλύειν; κωλύειν] ἰέναι κωλύσων idem τῷ λόγῳ ἔφη τῷ δʼ ἔργῳ ἀποθανούμενος ἀποθανούμενος] ἄπειμι ἀποθανούμενος? ὑπὲρ τῶν Ἑλλήνων.
51.5 γενόμενος δὲ ἐν Θερμοπύλαις πρὸς τοὺς συστρατιώτας εἶπε λέγοντι τὸν βάρβαρον ἐγγύθι γενόμενον lacuna 9 litt. in V² ἄμμε δὲ χρονοτριβέειν ἤδη γὰρ κτάμεν ἢ κτάμεν *: ηκαμεν vel ἥκαμες τὼς βαρβάρως ἢ αὐτοὶ τεθνάμεν θέλομες.
51.6 λέγοντος δέ τινος ἀπὸ τῶν ὀιστευμάτων τῶν βαρβάρων οὐδὲ τὸν ἥλιον ἰδεῖν ἔστιν, οὐκοῦν ἔφη χάριεν, εἰ ὑπὸ σκιὰν αὐτοῖς μαχεσόμεθα.
51.7 ἄλλου δὲ εἰπόντος πάρεισιν ἐγγὺς ἡμῶν, οὐκοῦν ἔφη καὶ ἡμεῖς αὐτῶν ἐγγύς.
51.8 εἰπόντος δέ τινος ὦ Λεωνίδα, πρὸς πολλοὺς μετʼ ὀλίγων διακινδυνεύσων οὕτω πάρει; εἰ μὲν οἴεσθέ με ἔφη τῷ πλήθει, οὐδὲ ἡ πᾶσα Ἑλλὰς ἀρκεῖ· βραχεῖα γὰρ μοῖρα τοῦ ἐκείνων πλήθους ἐστίν· εἰ δὲ ταῖς ἀρεταῖς, καὶ οὗτος ὁ ἀριθμὸς ἱκανός.
51.9 ἄλλου δὲ τὰ αὐτὰ λέγοντος, καὶ μήν εἶπεν πολλοὺς ἐπάγομαι ὡς ἀποθανουμένους.
51.10 Ξέρξου δὲ γράψαντος αὐτῷ ἔξεστί σοι μὴ θεομαχοῦντι, μετʼ ἐμοῦ δὲ τασσομένῳ τῆς Ἑλλάδος μοναρχεῖν· ἀντέγραψεν εἰ τὰ καλὰ τοῦ βίου γινώσκοις, ἀπέστης ἂν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας· ἐμοὶ δὲ κρείσσων ὁ ὑπὲρ τῆς Ἑλλάδος θάνατος τοῦ μοναρχεῖν τῶν ὁμοφύλων.
51.11 πάλιν δὲ τοῦ Ξέρξου γράψαντος πέμψον τὰ ὅπλα, ἀντέγραψε μολὼν λαβέ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme