53.15
πυνθανομένου δέ τινος, διὰ τί τὰς κόρας ἐνομοθέτησεν ἀπροίκους ἐκδίδοσθαι, ὅπως, ἔφη, μήτε διʼ ἔνδειαν ἄγαμοί τινες ἐαθῶσι μήτε διὰ περιουσίαν σπουδάζωνται, ἕκαστος δὲ εἰς τὸν τρόπον τῆς παιδὸς ἀφορῶν ἀρετῇ τὴν αἵρεσιν ποιῶνται. ποιῶνται] ποιεῖται in some mss. διὰ τοῦτο δὲ καὶ τὸν καλλωπισμὸν τῆς πόλεως ἀπήλασεν.
53.16
ὁρίσαντος δὲ αὐτοῦ καὶ τὸν χρόνον τῶν τε γαμουμένων καὶ τῶν γαμούντων, πρὸς τὸν ζητοῦντα, ζητοῦντα] Xylander would add τὴν αἰτίαν. ἵνʼ, ἔφη, τὰ γεννώμενα ἰσχυρὰ ᾖ ἐκ τελείων γεννώμενα.
53.17
πρὸς δὲ τὸν θαυμάζοντα, διʼ ὅ τι τὸν γεγαμηκότα ἀπεῖρξε μὴ συγκοιμᾶσθαι τῇ γεγαμημένῃ, προσέταξε δὲ τὸ πλεῖστον τῆς ἡμέρας συνεῖναι τοῖς ἡλικιώταις καὶ τὰς νύκτας ὅλας συναναπαύεσθαι, τῇ δὲ νύμφῃ κρύφα καὶ μετʼ εὐλαβείας συνεῖναι, ὅπως, ἔφη, καὶ τοῖς σώμασιν ἰσχυροὶ ὦσι διακορεῖς μὴ γενόμενοι, καὶ τῷ φιλεῖν ἀεὶ καινοὶ ὑπάρχωσι καὶ τὰ ἔκγονα ἐρρωμενέστερα παρέχωσι.
53.18
καὶ τὸ μὲν μύρον ἐξήλασεν ὡς τοῦ ἐλαίου φθορὰν καὶ ὄλεθρον, τὴν δὲ βαφικὴν ὡς κολακείαν αἰσθήσεως.
53.19
πᾶσι δὲ τοῖς περὶ τὸν τοῦ σώματος καλλωπισμὸν δημιουργοῖς ἀνεπίβατον ἐποίησε τὴν Σπάρτην, ὡς διὰ τῆς κακοτεχνίας τὰς τέχνας λυμαινομένοις.