Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
54.15 τοὺς δὲ μνηστεύσαντας αὐτοῦ τὰς θυγατέρας, εἶτα μετὰ τὴν τελευτὴν πένητος εὑρεθέντος ἀπειπαμένους, ἐζημίωσαν οἱ ἔφοροι, ὅτι πλούσιον μὲν νομίζοντες ἐθεράπευον, δίκαιον δὲ καὶ χρηστὸν ἐκ τῆς πενίας ἐπιγνόντες ὑπερεῖδον.

Ναμέρτου

55.1 Ναμέρτης πρεσβευτὴς ἀποσταλείς, μακαρίζοντός τινος αὐτὸν τῶν ἐκεῖθι διότι πολύφιλος εἴη, ἠρώτησεν εἰ δοκίμιον ἔχει τίνι τρόπῳ πειράζεται ὁ πολύφιλος· ἐπιζητοῦντος δὲ θατέρου μαθεῖν, ἀτυχίᾳ εἶπεν.

Νικάνδρου

56.1 Νίκανδρος, εἰπόντος τινὸς ὅτι κακῶς αὐτὸν λέγουσιν Ἀργεῖοι, οὐκοῦν ἔφη δίκην τίνουσι τοὺς ἀγαθοὺς κακῶς λέγοντες.
56.2 πυθομένου δέ τινος διὰ τί κομῶσι καὶ πωγωνοτροφοῦσιν, ὅτι ἔφη πάντων κάλλιστος καὶ ἀδαπανώτατος ἀνδρὶ ὁ ἴδιος κόσμος.
56.3 τῶν Ἀθηναίων δὲ εἰπόντος τινὸς λίαν ἀντέχεσθε, ὦ Νίκανδρε, τοῦ σχολάζειν , ἀληθίζῃ ἔφη ἀλλʼ οὐχ ὥσπερ ὑμεῖς ὅπως τύχοι τύχῃ? σπουδάζομεν.

Πανθοίδου

57.1 Πανθοίδας πρεσβεύων εἰς τὴν Ἀσίαν, ἐπιδεικνύντων αὐτῷ τεῖχος ἐχυρόν, εἶπε νὴ τοὺς θεούς, ὦ ξένοι, καλὴ γυναικωνῖτις.
57.2 ἐν Ἀκαδημείᾳ Ἀκαδημείᾳ *: ἀκαδημίᾳ δὲ τῶν φιλοσόφων διαλεγομένων πολλὰ καὶ σπουδαῖα, ἐπερωτώντων δὲ τὸν Πανθοίδαν μετὰ ταῦτα τί δοκοῦσιν αὐτῷ οἱ λόγοι οὗτοι εἶναι, τί δʼ ἄλλο ἔφη ἢ σπουδαῖοι; ὄφελος δʼ οὐδέν, μὴ χρωμένων ὑμῶν αὐτοῖς.

Παυσανίου τοῦ Κλεομβρότου

58.1 Παυσανίας ὁ Κλεομβρότου, Δηλίων δικαιολογουμένων περὶ τῆς νήσου πρὸς Ἀθηναίους καὶ λεγόντων, ὅτι κατὰ τὸν νόμον τὸν παρʼ αὐτοῖς οὔθʼ οὔθʼ *: οὐδʼ vel οὔτε αἱ γυναῖκες ἐν τῇ νήσῳ τίκτουσιν οὔθʼ οἱ τελευτήσαντες θάπτονται, πῶς ἂν ἄν Cobetus οὖν ἔφη αὕτη πατρὶς ὑμῶν εἴη, ἐν ᾗ οὔτε γέγονέ τις ὑμῶν οὔτʼ ἔσται; ἔσται] κείσεται Herwerdenus
58.2 τῶν δὲ φυγάδων αὐτὸν προτρεπομένων ἐπὶ τοὺς Ἀθηναίους ἄγειν τὴν στρατιὰν λεγόντων τε ὅτι τοῖς Ὀλυμπίοις ἀνακηρυττομένου αὐτοῦ, ἐσύριττον αὐτὸν μόνοι, τί οὖν οἴεσθε ἔφη τοὺς ὅτε εὖ ἔπασχον συρίττοντας παθόντας κακῶς ποιήσειν;
58.3 πυνθανομένου δέ τινος διὰ τί Τυρταῖον τὸν ποιητὴν ἐποιήσαντο πολίτην, ὅπως ἔφη μηδέποτε ξένος φαίνηται ἡμῶν ἡγεμών.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme