53.26
τοῖς δὲ συμβουλευομένοις τῶν Θηβαίων περὶ τῆς ἱερουργίας καὶ τοῦ πένθους, ἣν ποιοῦνται τῇ Λευκοθέᾳ, συνεβούλευσεν εἰ μὲν θεὸν ἡγοῦνται, μὴ θρηνεῖν, εἰ δὲ ἄνθρωπον, μὴ ἱερουργεῖν ὡς θεῷ.
53.27
πρὸς δὲ τοὺς ἐπιζητοῦντας τῶν πολιτῶν, πῶς ἂν πολεμίων ἔφοδον ἀλεξοίμεθα; ἐὰν πτωχοί, ἔφη, μένητε μένητε Life of Lycurgus, chap. xix.: ἦτε. καὶ μὴ μείζων μείζων from μέσδων (sic!) Life of Lycurgus, chap. xix.: μεῖζον. ἅτερος θατέρου ἐρᾶτε εἶναι. ἐρᾶτε εἶναι F.C.B. from the Life of Lycurgus, chap. xix.; with the omission of one syllable -ατ- gives almost exactly the queer ms. reading ἐρεείνῃ (or ἐρεένει): ἐρέῃ εἶναι Sintenis.
53.28
καὶ πάλιν ἐπιζητούντων περὶ τειχῶν, οὐκ ἔφη πόλιν εἶναι ἀτείχιστον, ἥτις ἀνδράσι καὶ οὐ πλίνθοις ἐστεφάνωται.
53.29
ἐπεμέλοντο δὲ οἱ Σπαρτιᾶται καὶ τῆς κόμης, ἀπομνημονεύοντές τινα Λυκούργου λόγον περὶ τούτου, ὅτι τοὺς μὲν καλοὺς εὐπρεπεστέρους; ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους.
53.30
παρήγγειλε δὲ ἐν τοῖς πολέμοις τρεψαμένους καὶ νικήσαντας μέχρι τοῦ βεβαιώσασθαι τὸ νίκημα ἐπιδιώκειν, εἶτα εὐθὺς ἀναχωρεῖν· οὔτε γενναῖον οὔτε γενναῖον supplied by the editors from the Life of Lycurgus, chap. xxii. οὔτε Ἑλληνικὸν φονεύειν τοὺς παρακεχωρηκότας φάσκων εἶναι εἶναι F.C.B. to fit the construction: ἦν Life of Lycurgus, chap. xxii., from which the sentence εἶναι δ’ ... μεγαλόψυχον is added here by most editors. But the whole paragraph looks like a memorandum. δʼ οὐ μόνον καλὸν τοῦτο καὶ μεγαλόψυχον εἶναι F.C.B. to fit the construction: ἦν Life of Lycurgus, chap. xxii., from which the sentence εἶναι δ’ ... μεγαλόψυχον is added here by most editors. But the whole paragraph looks like a memorandum. ἀλλὰ καὶ χρήσιμον· εἰδότας γὰρ τοὺς μαχομένους πρὸς αὑτοὺς ὅτι φείδονται μὲν τῶν ἐνδιδόντων, ἀναιροῦσι δὲ τοὺς ὑφισταμένους, τοῦ μένειν τὸ φεύγειν ὠφελιμώτερον ἡγήσεσθαι. ἡγήσεσθαι] ἡγήσασθαι most mss., perhaps rightly.