Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
60.3 οὐκ ἐγκριθεὶς δʼ εἰς τοὺς τριακοσίους, ἥτις ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει ἦν, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει· ἀνακαλεσαμένων δʼ αὐτὸν τῶν ἐφόρων καὶ πυνθανομένων διότι γελᾷ, εἶπε διότι συγχαίρω τῇ πόλει τριακοσίους κρείττονάς μου πολίτας ἐχούσῃ.

Πλειστάρχου

61.1 Πλείσταρχος ὁ Λεωνίδου ὁ Λεωνίδου *: Λεωνίδου πρὸς τὸν ἐπερωτήσαντα, διὰ τίνα αἰτίαν οὐκ ἀπὸ τῶν πρώτων βασιλέων προσαγορεύονται, ὅτι ἔφη ἐκεῖνοι μὲν μὲν] μὲν μᾶλλον? ἄγειν ἢ βασιλεύειν ἔχρῃζον, οἱ δʼ ἐκείνων ὕστεροι οὐδαμῶς.
61.2 συνηγόρου δέ τινος γελοῖα λέγοντος, οὐ φυλάξῃ ὦ ξένε ἔφη συνεχῶς γελοιάζων, ὅπως μὴ γελοῖος γένῃ, ὥσπερ καὶ οἱ συνεχῶς παλαίοντες παλαισταί;
61.3 πρὸς δὲ τὸν ἀηδόνα μιμούμενον ἥδιον ἔφη ὦ ξένε αὐτῆς ἄκουσα τῆς ἀηδόνος.
61.4 λέγοντος δέ τινος, ὅτι κακολόγος τις αὐτὸν ἐπῄνει θαυμάζω ἔφη εἰ μή τις αὐτῷ εἶπεν ὅτι ἀπέθανον· ζῶντα γὰρ ἐκεῖνος οὐδένα καλῶς λέξαι δύναται.

Πλειστώνακτος

62.1 Πλειστῶναξ ὁ Παυσανίου, Ἀττικοῦ τινος ῥήτορος τοὺς Λακεδαιμονίους ἀμαθεῖς ἀποκαλοῦντος, ὀρθῶς ἔφη λέγεις μόνοι γὰρ Ἑλλήνων ἡμεῖς οὐδὲν κακὸν μεμαθήκαμεν παρʼ ὑμῶν.

Πολυδώρου

63.1 Πολύδωρος ὁ Ἀλκαμένους, ἀπειλοῦντός τινος τοῖς ἐχθροῖς συχνά, οὐ συνίης ἔφη τῆς τιμωρίας τὸ πλεῖστον καταναλίσκων μέρος;
63.2 ἐξάγοντος δʼ αὐτοῦ τὸ στράτευμα ἐπὶ Μεσσήνην, ἤρετό τις εἰ τοῖς ἀδελφοῖς μάχεσθαι μέλλει, οὐκ ἔφη ἀλλʼ ἐπὶ τὴν ἀκλήρωτον τῆς χώρας βαδίζει. μέλλει - βαδίζει] malim μέλλοι - βαδίζοι
63.3 Ἀργείων δὲ πάλιν μετὰ τὴν τῶν τριακοσίων μάχην ἐκ παρατάξεως πανδημεὶ κρατηθέντων, τὸν Πολύδωρον οἱ σύμμαχοι παρεκελεύοντο μὴ παρεῖναι τὸν καιρόν, ἀλλʼ ἐπελθόντα τῷ τείχει τῶν πολεμίων τὴν πόλιν ἑλεῖν· ῥᾷστον γὰρ ἔσεσθαι, τῶν μὲν ἀνδρῶν ἀπολωλότων, τῶν γυναικῶν δὲ ἀπολελειμμένων ἔφη οὖν πρὸς αὐτοὺς τὸ μὲν ἐκ τοῦ ἴσου μαχόμενον νικᾶν τοὺς ἐναντιουμένους ἐστί μοι καλόν, τὸ δʼ ὑπὲρ τῶν ὅρων τῶν ὅρων τῶν *: ὁρώντων τῆς χώρας μεμαχημένον τὴν πόλιν ἐπιθυμεῖν λαβεῖν οὐ δίκαιον τίθεμαι εἶναι· ἦλθον γὰρ χώραν ἀπολαβεῖν οὐ καταλαβέσθαι πόλιν.
63.4 ἐρωτηθεὶς δὲ διὰ τί Σπαρτιᾶται κατὰ πόλεμον κινδυνεύουσιν ἀνδρείως, ὅτι ἔφη αἰδεῖσθαι τοὺς ἡγεμόνας ἔμαθον οὐ φοβεῖσθαι.

Πολυκρατίδου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme