54.9
ἐπεὶ δὲ Κορινθίων ἀφεστώτων διερχόμενος παρὰ τὰ τείχη τοὺς Λακεδαιμονίους ἑώρα προσβάλλειν ὀκνοῦντας, καὶ λαγώς τις ὤφθη διαπηδῶν τὴν τάφρον, οὐκ αἰσχύνεσθε, εἶπεν, ὦ Σπαρτιᾶται, τοιούτους φοβούμενοι πολεμίους, ὧν οἱ λαγωοὶ δι᾽ ἀργίαν τοῖς τείχεσιν ἐγκαθεύδουσιν;ν
54.10
ἐν δὲ Σαμοθρᾴκῃ χρηστηριαζομένῳ αὐτῷ ὁ ἱερεὺς ἐκέλευσεν εἰπεῖν, ὅ τι ἀνομώτατον ἔργον αὐτῷ ἐν τῷ βίῳ πέπρακται. ἐπηρώτησεν οὖν, πότερον σοῦ τοῦτο κελεύοντος ἢ τῶν θεῶν τοῦτο δεῖ ποιεῖν; φαμένου δέ, τῶν θεῶν, σὺ τοίνυν, ἔφη, ἐκποδών μοι μετάστηθι, μετάστηθι Hatzidakis: κατάστηθι. κἀκείνοις ἐρῶ, ἐὰν πυνθάνωνται.
54.11
Πέρσου δʼ ἐρωτήσαντος ποίαν μάλιστα ἐπαινεῖ πολιτείαν, ἥτις, ἔφη, τοῖς ἀνδρείοις καὶ δειλοῖς τὰ προσήκοντα ἀποδίδωσι.
54.12
πρὸς δὲ τὸν εἰπόντα, ὅτι ἐπαινοίη αὐτὸν καὶ ὑπερασπάζοιτο, δύο βοῦς ἔχω, ἔφη, ἐν ἀγρῷ· σιγώντων δʼ ἀμφοτέρων, ἀκριβῶς ἐπίσταμαι τὸν τε ἀργὸν καὶ τὸν ἐργαζόμενον.
54.13
λοιδορουμένου δέ τινος αὐτῷ, εἶπε, λέγε πυκνῶς, ὦ ξενύλλιον, λέγε μηδὲν ἐλλείπων, ἄν σου δύνῃ τὰν ψυχὰν κενῶσαι κακῶν, ὧν ἔοικας πλήρης εἶναι.