Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
59.2 ἐπαινοῦντος δὲ αὐτοῦ ἐν Τεγέᾳ μετὰ τὴν φυγὴν τοὺς Λακεδαιμονίους, εἶπέ τις, διὰ τί οὖν οὐκ ἔμενες ἐν Σπάρτῃ ἀλλʼ ἔφυγες; ὅτι οὐδʼ οἱ ἰατροί, ἔφη, παρὰ τοῖς ὑγιαίνουσιν, ὅπου δὲ οἱ νοσοῦντες, διατρίβειν εἰώθασιν.
59.3 πυνθανομένου δέ τινος αὐτοῦ πῶς ἂν δυνηθεῖεν τοὺς Θρᾷκας νικῆσαι, εἰ τὸν ἄριστον, εἶπε, στρατηγὸν καταστήσαιμεν.
59.4 ἰατροῦ δʼ ἐπισκεπτομένου αὐτὸν καὶ εἰπόντος, οὐδὲν κακὸν ἔχεις, οὐ γὰρ σοὶ, ἔφη, ἰατρῷ χρῶμαι.
59.5 μεμφομένου δέ τινος αὐτὸν τῶν φίλων, διότι ἰατρόν τινα κακῶς λέγει, πεῖραν οὐκ ἔχων αὐτοῦ οὐδὲ ἀδικηθείς τι, ὅτι, εἶπεν, εἰ ἔλαβον αὐτοῦ πεῖραν, οὐκ ἂν ἔζων.
59.6 τοῦ δὲ ἰατροῦ εἰπόντος αὐτῷ, γέρων γέγονας, διότι, εἶπεν, οὐκ ἐχρησάμην σοὶ ἰατρῷ.
59.7 κράτιστον δὲ ἔλεγε τοῦτον ἰατρὸν εἶναι, τὸν μὴ κατασήποντα τοὺς ἀρρωστοῦντας ἀλλὰ τάχιστα θάπτοντα.

Παιδαρητου

60.1 Πειδάρητος, λέγοντός τινος ὅτι πολλοὶ εἴησαν οἱ πολέμιοι, οὐκοῦν, ἔφη, ἡμεῖς εὐκλεέστεροι ἐσόμεθα· πλείους γὰρ ἀποκτενοῦμεν.
60.2 ἰδὼν δέ τινα τῇ μὲν φύσει μαλακὸν διʼ ἐπιείκειαν δὲ ἐπαινούμενον ὑπὸ τῶν πολιτῶν, ἔφη, οὔτε ἄνδρας γυναιξὶν ὁμοίους ὄντας ἐπαινεῖν δεῖ οὔτε γυναῖκας ἀνδράσιν, ἐὰν μὴ τὴν γυναῖκα χρεία τις καταλάβῃ.
60.3 οὐκ ἐγκριθεὶς δʼ εἰς τοὺς τριακοσίους, ἥτις ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει ἦν, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει· ἀνακαλεσαμένων δʼ αὐτὸν τῶν ἐφόρων καὶ πυνθανομένων δι᾽ ὅ τι γελᾷ, εἶπε, δι’ ὅ τι συγχαίρω τῇ πόλει τριακοσίους κρείτ τονάς μου πολίτας ἐχούσῃ.

Πλειστάρχου

61.1 Πλείσταρχος ὁ ὁ added by Bernardakis. Λεωνίδου πρὸς τὸν ἐπερωτήσαντα, διὰ τίνα αἰτίαν οὐκ ἀπὸ τῶν πρώτων βασιλέων προσαγορεύονται, ὅτι, ἔφη, ἐκεῖνοι μὲν ἄγαν ἄγαν Kronenberg from ἄγαν μοναρχεῖν in the Life of Lycurgus, chap. ii.: ἄγειν ἢ or ἄγιν. βασιλεύειν ἔχρῃζον, οἱ δʼ ἐκείνων ὕστεροι οὐδαμῶς.
61.2 Συνηγόρου δέ τινος γελοῖα λέγοντος, οὐ φυλάξῃ, ὦ ξένε, ἔφη, συνεχῶς γελοιάζων, ὅπως μὴ γελοῖος γένῃ, ὥσπερ καὶ οἱ συνεχῶς παλαίοντες παλαισταί;
61.3 Πρὸς δὲ τὸν ἀηδόνα μιμούμενον, ἥδιον, ἔφη, ὦ ξένε, αὐτῆς ἄκουσα τῆς ἀηδόνος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme