66.1
Σόον Σόον Xylander: σῶον. λέγεται ἐν χωρίῳ χαλεπῷ καὶ ἀνύδρῳ πολιορκούμενον ὑπὸ Κλειτορίων ὁμολογῆσαι τὴν δορίκτητον αὐτοῖς ἀφεῖναι γῆν, εἰ πίοιεν οἱ οἱ added by Turnebus. μετʼ αὐτοῦ πάντες ἀπὸ τῆς πλησίον πηγῆς· ἐφρούρουν δʼ αὐτὴν οἱ πολέμιοι. γενομένων δὲ τῶν ὅρκων, συναγαγόντα τοὺς μεθʼ ἑαυτοῦ διδόναι τῷ μὴ πιόντι τὴν βασιλείαν οὐδενὸς δὲ καρτερήσαντος ἀλλὰ πάντων πιόντων, αὐτὸν ἐπὶ πᾶσι καταβάντα καὶ περιρρανάμενον, ἔτι τῶν πολεμίων παρόντων, ἀπελθεῖν ἀπελθεῖν Turnebus (from the Life of Lycurgus, chap. ii.): ἐπελθεῖν. καὶ τὴν χώραν κατασχεῖν ὡς μὴ πιόντα.
Τήλεκλος
67.1
Τήλεκλος Τήλεκλος Xylander: τήλεκρος. πρὸς τὸν εἰπόντα, ὅτι ὁ πατὴρ λέγει κακῶς αὐτόν, εἰ μὴ αὐτῷ, ἔφη, λεκτὸν λεκτὸν] λεκτέον Bernardakis, but unnecessarily. See, for example, Jebb on Sophocles, O.C. 1360. ἦν, οὐκ ἂν ἔλεγεν.
67.2
εἰπόντος δὲ τοῦ ἀδελφοῦ, ὅτι οὐχ ὁμοίως αὐτῷ προσφέρονται οἱ πολῖται ὡς ἐκείνῳ ὄντι ἐκ τῶν αὐτῶν, ἀγνωμονέστερον δέ, εἶπε, σὺ γὰρ οὐκ οἶδας ἀδικεῖσθαι, ἐγὼ δέ.
67.3
ἐρωτηθεὶς δὲ διὰ τί ἔθος παρʼ αὐτοῖς ἐστι τοὺς νεωτέρους τοῖς πρεσβυτέροις ἐξανίστασθαι, ὅπως, ἔφη, περὶ τοὺς μὴ προσήκοντας οὕτως ἔχοντες τιμῆς μᾶλλον τιμῶσι τοὺς γονέας.
67.4
πυθομένου δέ τινος πόσην κέκτηται οὐσίαν, ἔφη, οὐ πλείω τῆς ἱκανῆς.
Χαρίλλου
68.1
Χάριλλος ἐρωτηθεὶς διὰ τί τοὺς νόμους ὁ Λυκοῦργος οὕτως ὀλίγους ἔθηκεν, ὅτι, ἔφη, τοῖς ὀλίγα λέγουσιν ὀλίγων καὶ νόμων ἐστὶ χρεία.
68.2
πυνθανομένου δέ τινος διὰ τί τὰς μὲν κόρας ἀκαλύπτους, τὰς δὲ γυναῖκας ἐγκεκαλυμμένας εἰς τοὐμφανὲς ἄγουσιν, ὅτι, ἔφη, τὰς; μὲν κόρας ἄνδρας εὑρεῖν δεῖ, τὰς δὲ γυναῖκας σῴζειν τοὺς ἔχοντας.
68.3
τῶν δὲ εἱλώτων τινὸς θρασύτερον αὐτῷ προσφερομένου, εἰ μὴ ὠργιζόμην, εἶπε, κατέκτανον ἄν σε.
68.4
ἐρωτήσαντος δέ τινος αὐτὸν τίνα νομίζει πολιτείαν ἀρίστην, ἔφη, ἐν ᾗ ἂν περὶ ἀρετῆς πλεῖστοι πολιτευόμενοι πρὸς ἀλλήλους ἄνευ στάσεως ἀγωνίζεσθαι θέλωσι.
68.5
πυνθανομένου δέ τινος διὰ τί πάντα τὰ τῶν θεῶν ξόανα μεθʼ ὅπλων ἵδρυται παρʼ αὐτοῖς, ὅπως, ἔφη, μήτε τὰ κατὰ τῶν ἀνθρώπων ὀνείδη λεγόμενα διὰ τὴν δειλίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρωμεν, μήτε οἱ νέοι ἄνοπλοι τοῖς θεοῖς εὔχωνται.