Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
69.14 ἐπεὶ δέ τις τὰς ἀμυγδαλᾶς τῶν σκληρῶν ἑώρα διπλασίου πωλουμένας, μὴ σπάνιοι, ἔφη, οἱ λίθοι;ν
69.15 τίλας τις ἀηδόνα καὶ βραχεῖαν πάνυ σάρκα εὑρὼν, εἶπε, φωνὰ τύ τίς ἐσσι καὶ οὐδὲν ἄλλο.
69.16 ἰδών τις τῶν Λακώνων Διογένη τὸν κύνα περιλαμβάνοντα ἀνδριάντα χάλκεον, ψύχους ὄντος σφοδροῦ, ἐπύθετο εἰ ῥιγῴη· ἀρνησαμένου δέ, τί οὖν, ἔφη, μέγα ποιεῖς;
69.17 Ὀνειδισθείς τις τῶν Μεταποντίων εἰς δειλίαν ὑπὸ Λάκωνος, ἀλλὰ μήν, ἔφη, οὐκ ὀλίγα τῆς ἀλλοτρίας ἔχομεν ὁ δέ, οὐ μόνον ἄρα, ἔφη, δειλοὶ ἀλλὰ καὶ ἄδικοί ἐστε.
69.18 κατʼ ἐπιδημίαν τις ἐν Σπάρτῃ κρηπιδούμενος ὀρθὸς ἐπὶ θατέρου σκέλους εἶπε πρὸς Λάκωνα, οὐκ ἂν οἶμαί σε, ὦ Λάκων, τοσοῦτον χρόνον ἐπὶ τοῦ ποδὸς ὅσον ἐγὼ στῆναι. καὶ ὃς ὑπολαβών, οὐ γάρ, ἔφη, τῶν μέντοι χηνῶν οὐκ ἔστιν ὅστις οὔ.
69.19 Μεγαλυνομένου τινὸς ἐπὶ τῇ ῥητορικῇ τέχνῃ, εἶπέ τις Λάκων, ἀλλὰ ναὶ ναὶ Cobet: νὴ. τὼ σιὼ, τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι οὔτε ἐστὶν οὔτε μήποτε γένηται.
69.20 Ἀργείου ποτὲ εἰπόντος, πολλοὶ τάφοι παρʼ ἡμῖν εἰσὶ Σπαρτιατῶν, Λάκων εἶπεν, ἀλλὰ μὴν παρʼ ἡμῖν Ἀργείων οὐδὲ εἷς, ὡς αὐτῶν μὲν πολλάκις Ἄργους ἐπιβεβηκότων Ἀργείων δὲ τῆς Σπάρτης οὐδέποτε.
69.21 Λάκων αἰχμαλωτισθεὶς καὶ πιπρασκόμενος, τοῦ κήρυκος λέγοντος, Λάκωνα πωλῶ, ἐπεστόμισεν εἰπών, αἰχμάλωτον κήρυσσε.
69.22 τῶν παρὰ Λυσιμάχῳ στρατευομένων ἐρωτηθείς τις ὑπʼ αὐτοῦ, μή τις τῶν εἱλώτων ἐστί, σὺ δʼ οἴει, ἔφη, ἐπὶ τὸ παρὰ σοῦ τετρώβολον Λάκωνα ἥξειν;ν
69.23 ὅτε Θηβαῖοι νικήσαντες τοὺς Λάκωνας ἐν Λεύκτροις πρὸς αὐτὸν παρῆσαν τὸν Εὐρώταν, καί τις μεγαλαυχῶν εἶπε, ποῦ νῦν εἰσὶν οἱ Λάκωνες; Σπαρτιάτης ληφθεὶς ὑπʼ αὐτῶν, οὐ πάρεισιν, ἔφη, οὐ γὰρ ἂν ὑμεῖς δεῦρο ἤλθετε.
69.24 Ἀθηναίων ἀξιούντων, ὅτε παρέδωκαν τὸ ἄστυ, Σάμον αὐτοῖς μόνον ἐᾶσαι, εἶπον, ὅταν αὑτῶν οὐκ ἦτε, τότε καὶ ἄλλους ἔχειν ζητεῖτε; ἀφʼ οὗ καὶ ἡ παροιμία ὃς αὐτὸς αὑτὸν οὐκ ἔχει Σάμον θέλει.
69.25 πόλιν τινὰ κατὰ κράτος ἑλόντων Λακεδαιμονίων, οἱ ἔφοροι εἶπον, οἴχεται τὸ πάλαισμα τῶν νέων οὐκέτι ἕξουσιν ἀνταγωνιστὰς οἱ νέοι.Pantazides would omit οὐκέτι ... οἱ νέοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme