Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
69.58 λαβών τις μοιχὸν ἐπʼ αἰσχρᾷ γυναικὶ ἄθλιε εἶπε τίς τοι ἀνάγκα;
69.59 ἄλλος ἀκούων ῥήτορος μεγάλας στρέφοντος περιόδους, ἀλλὰ νὴ τὼ σιώ εἶπεν ἀνδρεῖός γε ὁ ἄνθρωπος, πρὸς οὐδὲν ὑποκείμενον εὖ στροβιλοῖ τὴν γλῶσσαν.
69.60 εἰς Λακεδαίμονα παραγενόμενός τις καὶ τὴν πρὸς τοὺς πρεσβύτας τῶν νέων τιμὴν θεασάμενος, ἐν Σπάρτῃ μόνῃ εἶπε λυσιτελεῖ γηράσκειν.
69.61 ἐρωτηθεὶς Λάκων ὁποῖός ἐστι Τυρταῖος ὁ ποιητής, ἀγαθός εἶπε κακκονῆν κακκονὴν *: κακάνειν νέων ψυχάς.
69.62 ἕτερος ἀλγῶν τοὺς ὀφθαλμοὺς ἐξῄει ἐπὶ πόλεμον· λεγόντων δὲ αὐτῷ τινων ποῖ ποῖ *: ποῦ ἄπει οὕτως ἔχων ἢ τί ποιήσων; κἂν μηδὲν ἕτερον πράξω ἔφη πολεμίου γε μάχαιραν ἀμβλυνῶ.
69.63 Βοῦλις Βοῦλις καὶ Σπέρχις *: βοῦρις καὶ σπέρτις καὶ Σπέρχις Λακεδαιμόνιοι πορευθέντες ἐθελονταὶ πρὸς Ξέρξην τὸν Περσῶν βασιλέα ἐπὶ τιμωρίᾳ ἣν ὦφλεν ἡ Λακεδαίμων κατὰ χρησμόν, διότι κήρυκας πεμφθέντας ὑπὸ τοῦ Πέρσου ὡς αὐτοὺς ἀπέκτειναν ἐλθόντες πρὸς τὸν Ξέρξην ἐκέλευον ᾧ βούλεται τρόπῳ διαχρήσασθαι αὐτοὺς ὑπὲρ Λακεδαιμονίων. ὡς δὲ ἐκεῖνος ἀγασθεὶς ἀπέλυσε τοὺς ἄνδρας καὶ ἠξίου μένειν παρʼ αὐτῷ, καὶ πῶς ἄν ἔφασαν δυναίμεθα ζῆν ἐνταῦθα, πατρίδα καταλιπόντες καὶ νόμους καὶ τούτους τοὺς ἄνδρας, ὑπὲρ ὧν τοσαύτην ἤλθομεν ὁδὸν ἀποθανούμενοι Ἰνδάρνου δὲ τοῦ στρατηγοῦ ἐπὶ πλέον δεομένου καὶ λέγοντος τεύξεσθαι αὐτοὺς τῆς ἴσης τιμῆς τοῖς μάλιστα ἐν προαγωγῇ φίλοις τοῦ βασιλέως, ἔφησαν ἀγνοεῖν ἡμῖν δοκεῖς, ἡλίκον ἐστὶ τὸ τῆς ἐλευθερίας, ἧς οὐκ ἂν ἀλλάξαιτό τις νοῦν ἔχων τὴν Περσῶν βασιλείαν.
69.64 Λάκων, ἐπεὶ τῇ μὲν προτέρᾳ ἡμέρᾳ ὁ ξένος αὐτὸν ἐξέκλινε, τῇ δʼ ἑξῆς στρώματα χρησάμενος δαψιλῶς ὑπεδέχετο, ἐπιβὰς τοῖς στρώμασι κατεπάτει, ἐπιλέγων διὰ ταῦτα ἐχθὲς οὐδʼ ἐπὶ ψιάθου ὑπνωκέναι
69.65 ἕτερος ἐλθὼν εἰς Ἀθήνας καὶ ὁρῶν τοὺς Ἀθηναίους τὸ τάριχος ἀποκηρύττοντας καὶ τὸ ὄψον καὶ τελωνοῦντας καὶ πορνοβοσκοῦντας, καὶ ἕτερα ἔργα ἀσχήμονα πράττοντας καὶ μηδὲν αἰσχρὸν ἡγουμένους· ὅτε ἐπανῆλθεν εἰς τὴν πατρίδα, τῶν πολιτῶν πυνθανομένων αὐτοῦ ποῖά τινά ἐστι τὰ ἐν Ἀθήναις, πάντα εἶπε καλά, εἰρωνευόμενος καὶ παριστὰς ὅτι πάντα παρὰ τοῖς Ἀθηναίοις καλὰ νομίζεται, αἰσχρὸν δὲ οὐδέν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme