Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
69.35 ἕτερον παιδάριον, ἐπεὶ παρῆν ὁ καιρός, ἐν κλέπτειν νενόμιστο τοὺς ἐλευθέρους παῖδας ὅ τι τις δύναιτο καὶ μὴ λαθεῖν αἰσχρὸν ἦν, ὡς ο ξ σὺν αὐτῷ παῖδες ζῶν ἔκλεψαν ἀλωπέκιον καὶ ἔδοσαν αὐτῷ φυλάττειν, παραγενομένων τῶν ἀπολωλεκότων ἐπὶ ζήτησιν, ἔτυχε μὲν ὑποβαλὼν τὸ ἀλωπέκιον ὑπὸ τὸ αὑτοῦ ἱμάτιον, ἀγριαίνοντος δὲ τοῦ θηρίου καὶ τὴν αὐτοῦ πλευρὰν κατεσθίοντος μέχρι τῶν σπλάγχνων, ἠρέμει, ἵνα μὴ γένηται καταφανής. ὡς δὲ ὕστερον ἐκείνων ἀπελθόντων ἐθεάσαντο τὸ γεγονὸς οἱ παῖδες καὶ ἐμέμφοντο, λέγοντες ἄμεινον εἶναι φανερὸν ποιῆσαι τὸ ἀλωπέκιον ἢ μέχρι θανάτου κρύπτειν, οὐ μὲν οὖν, εἶπεν, ἀλλὰ κρεῖττον ταῖς ἀλγηδόσι μὴ ἐνδόντα ἀλγηδόσι μὴ ἐνδόντα Bernardakis: ἀλγηδόσιν ἢ εὔδοντα or ἀλγηδόσι only. τελευτᾶν ἢ περίφωρον γενόμενον διὰ μαλακίαν τὸ ζῆν αἰσχρῶς περιποιής ασθαι.
69.36 περιτυχόντες τινὲς Λάκωσι καθʼ ὁδὸν εἶπον, εὐτυχήκατε, ἀρτίως ἐντεῦθεν λῃστῶν ἀπιόντων. οἱ δὲ, οὐ μὰ τὸν Ἐνυάλιον, ἀλλʼ ἐκεῖνοι μὴ περιτυχόντες ἡμῖν.
69.37 Λάκων ἐρωτηθεὶς τί ἐπίσταται, εἶπεν, ἐλεύθερος εἶναι.
69.38 παῖς Σπαρτιάτης αἰχμαλωτισθεὶς ὑπʼ Ἀντιγόνου τοῦ βασιλέως καὶ πραθεὶς τὰ μὲν ἄλλα πάντα ὑπήκοος ἦν τῷ πριαμένῳ, ὅσα ᾤετο προσήκειν ἐλευθέρῳ ποιεῖν ὡς δὲ προσέταξεν ἀμίδα κομίζειν, οὐκ ἠνέσχετο εἰπών, οὐ δουλεύσω. ἐνισταμένου δὲ ἐκείνου, ἀναβὰς ἐπὶ τὸν κέραμον καὶ εἰπών, ὀνήσῃ ὀνήσῃ Wyttenbach: εἴση (οἰμώξῃ Meziriacus, οὐκ ὀνήσῃ Cobet, οἴ σοι Bernardakis: μετανοήσῃ?). τῆς ὠνῆς, ἔβαλεν ἑαυτὸν κάτω καὶ ἐτελεύτα.
69.39 ἕτερος πωλούμενος, εἰπόντος τινός, ἐὰν ἀγοράσω σε, χρήσιμος ἔσῃ; κἂν μὴ ἀγοράσῃς εἶπεν.
69.40 ἄλλος αἰχμάλωτος πιπρασκόμενος, τοῦ κήρυκος ἐπιλέγοντος ἀνδράποδον πωλεῖν, κατάρατε, εἶπεν, οὐκ ἐρεῖς αἰχμάλωτον;ν
69.41 Λάκων ἐπὶ τῆς ἀσπίδος μυῖαν ἔχων ἐπίσημον, καὶ ταύτην οὐ μείζω τῆς ἀληθινῆς, ὡς καταγελῶντές τινες ἔλεγον ὅτι ὅτι added by Turnebus. ὑπὲρ τοῦ λανθάνειν τοῦτο πεποιήκει, ἵνα μὲν οὖν, εἶπε, φανερὸς ὦ· οὕτω γὰρ τοῖς πολεμίοις πλησίον προσέρχομαι, ὥστε τὸ ἐπίσημον ἡλίκον ἐστὶν ὑπʼ αὐτῶν ὁρᾶσθαι.
69.42 ἕτερος, ἐν συμποσίῳ προσενεχθείσης λύρας, οὐ Λακωνικόν, εἶπε, τὸ φλυαρεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme