Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
69.43 Σπαρτιάτης ἐρωτηθεὶς εἰ ἀσφαλὴς ἡ εἰς Σπάρτην ὁδὸς εἶπεν, ὁποῖος κά τις ᾖς κά τις ᾖς F.C.B.: κα ἴῃς Hartman: καθίσῃς or καθίσεις.· οἱ μὲν γὰρ λέοντες βαδίζοντι ὅπα κα λέωντι, ὅπα κα λέωντι Bernardakis: ἄπο καλέοντι or ἀποκλαίοντι. τὼς δὲ λαγὼς ἐπὶ τᾶς γᾶς κήνας τᾶς γᾶς κήνας (γᾶς κοινᾷ) F.C.B.: τᾷ σκηνᾷ (τᾷ εὐνᾷ? Bernardakis). θηρεύομες.
69.44 ἐν χειραψίᾳ περικρούοντος τοῦ προστραχηλίζοντος κενοσπούδως καὶ κατασπῶντος ἐπὶ τὴν γῆν, ἐπειδὴ τῷ σώματι ἐλείπετο ὁ προσπεσών, ἔδακε τὸν βραχίονα· καὶ ὁ ἕτερος εἶπε, δάκνεις, ὦ Λάκων, ὥσπερ αἱ γυναῖκες· οὐ μὲν οὖν, εἶπεν ἅτερος, ἀλλʼ ὥσπερ οἱ λέοντες.
69.45 χωλὸς ἐπὶ πόλεμον ἐξιών, ἐπακολουθούντων αὐτῷ τινων καὶ γελώντων, ἐπιστραφεὶς εἶπε, κακαὶ κεφαλαί, οὐ φεύγοντα δεῖ τοῖς πολεμίοις μάχεσθαι, ἀλλὰ μένοντα καὶ τὴν τάξιν φυλάττοντα.
69.46 ἕτερος τοξευθεὶς καὶ τὸν βίον ἐκλείπων, ἔλεγεν, οὐ μέλει μοι τοῦτο ὅτι ἀποθανοῦμαι,Most mss. have a slightly briefer version. ἀλλʼ ὅτι ὑπὸ γύννιδος τοξότου καὶ μηδὲν πράξας.
69.47 εἰς πανδοκεῖόν τις καταλύσας καὶ δοὺς ὄψον τῷ πανδοκεῖ σκευάσαι, ὡς ἅτερος τυρὸν ᾔτει καὶ ἔλαιον, τί, ἔφη, εἰ τυρὸν εἶχον, ἔτι ἂν ἐδεόμην ὄψου;
69.48 πρὸς δὲ τὸν μακαρίζοντα Λάμπιν τὸν Αἰγινήτην, διότι ἐδόκει πλουσιώτατος εἶναι ναυκλήρια πολλὰ ἔχων, Λάκων εἶπεν, οὐ προσέχω εὐδαιμονίᾳ ἐκ σχοινίων ἀπηρτημένῃ.
69.49 εἰπόντος δέ τινος Λάκωνι ὅτι ψεύδεται, ἀπεκρίνατο, ἐλεύθεροι γὰρ εἰμες οἱ δʼ ἄλλοι, αἴκα μὴ τἀληθῆ λέγωντι, οἰμώξονται.
69.50 προθέμενός τις νεκρὸν στῆσαι ὀρθόν, ὡς πάντα ποιῶν οὐκ ἐδύνατο, νὴ Δία, εἶπεν, ἔνδον τι εἶναι δεῖ.
69.51 Τύννιχος, Θρασυβούλου τοῦ παιδὸς ἀποθανόντος, εὐρώστως ἤνεγκε· καὶ ἐπίγραμμα εἰς τοῦτον ἐγένετο, τὰν Πιτάναν Θρασύβουλος ἐπʼ ἀσπίδος ἤλυθεν ἄπνους ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος, δεικνὺς ἀντία πάντα· τὸν αἱματόεντα δʼ ὁ πρέσβυς θεὶς ἐπὶ πυρκαϊὴν Τύννιχος τάδε, θεὶς ... τάδε] παῖδ’ ... τιθείς Palatine Anthology vii. 229. Δειλοὶ κλαιέσθωσαν· ἐγὼ δέ σε, τέκνον, ἄδακρυς θάψω, τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme