Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
69.52 Ἀλκιβιάδῃ τῷ Ἀθηναίῳ βαλανέως ἐπὶ πλεῖστον παραχέοντος ὕδωρ, Λάκων εἶπε, τί τοῦτο τούτο] τούτῳ, if necessary. ὡς οὐ καθαρῷ; σφόδρα δὲ ὠς ῥυπαρῷ πλεῖον παράχει. παραχεῖ F.C.B.: παρέχει or παράχει.
69.53 Φιλίππου τοῦ Μακεδόνος προστάττοντός τινα διʼ ἐπιστολῆς, ἀντέγραψαν οἱ Λακεδαιμόνιοι περὶ ὧν ἆμιν ἆμιν the regular Doric form: ἄμμιν. ἔγραψας, Οὔ. ὅτε δὲ ἐνέβαλεν εἰς τὴν Λακωνικὴν καὶ ἐδόκουν ἅπαντες ἀπολεῖσθαι, εἶπε δὲ πρός τινα τῶν Σπαρτιατῶν, τί νῦν ποιήσετε, ὦ Λάκωνες; τί γάρ, ἔφη, ἄλλο ἢ ἀνδρείως ἀποθανούμεθα; μόνοι γὰρ ἡμεῖς Ἑλλήνων ἐλεύθεροι εἶναι καὶ μὴ ὑπακούειν ἄλλοις ἐμάθομεν.
69.54 μετὰ δὲ τὴν Ἄγιδος ἧτταν, ὁμήρους αἰτοῦντος Ἀντιπάτρου πεντήκοντα παῖδας, Ἐτεοκλῆς ἐφορεύων εἶπε παῖδας μὲν οὐ δώσειν, ἵνα μὴ ἀπαίδευτοι γένωνται, τῆς πατρίου ἀγωγῆς ἀτευκτήσαντες· οὐδὲ πολῖται γὰρ ἂν εἴησαν πρεσβύτας δʼ ἢ γυναῖκας, εἰ βούλοιτο, διπλασίους δώσειν. ἀπειλοῦντος δʼ αὐτοῦ δεινά, εἰ μὴ λάβοι, ἀπεκρίναντο κοινῇ, ἐὰν χαλεπώτερα θανάτου ἐπιτάττῃς, εὐκολώτερον ἀποθανούμεθα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme