Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
69.55 Πρεσβύτης ἐν Ὀλυμπίᾳ συντελουμένου τοῦ ἀγῶνος προθυμούμενος θεάσασθαι, καθέδρας ἠπόρει· πολλοὺς δʼ ἐπιπορευόμενος τόπους ὑβρίζετο καὶ ἐσκώπτετο, μηδενὸς αὐτὸν παραδεχομένου· ὡς δὲ κατὰ τοὺς Λακεδαιμονίους ἧκεν, ἀνέστησαν πάντες οἱ παῖδες καὶ πολλοὶ τῶν ἀνδρῶν τοῦ τόπου ἐκχωροῦντες· τῶν δὲ Πανελλήνων ἐπισημηναμένων ἐπισημηναμένων Cobet: ἐπισημειωσαμένων. κρότῳ τὸ ἔθος καὶ ὑπερεπαινούντων, ὁ πρεσβύτης κινήσας πολιόν τε κάρη πολιόν τε γένειον καὶ δακρύσας, οἴμοι τῶν κακῶν, φησίν, ὡς ἅπαντες μὲν οἱ Ἕλληνες ἐπίστανται τὰ καλά, χρῶνται δʼ αὐτοῖς μόνοι Λακεδαιμόνιοι. φασὶ δέ τινες ὅτι καὶ Ἀθήνησι τὸ αὐτὸ ἐγένετο· Παναθηναίων γὰρ ὄντων οἱ Ἀττικοὶ γέροντα προεπηλάκιζον, προσκαλούμενοι μὲν ὡς παραδεξόμενοι, εἰ δὲ παραγένοιτο, οὐ προσδεχόμενοι· ὡς δὲ διεξιὼν σχεδὸν ἅπαντας ἐγένετο κατὰ τοὺς Λακεδαιμονίων θεωρούς, ἅπαντες τῶν βάθρων ἀναστάντες τοῦ τόπου παρεχώρουν· ἀγασθεὶς δὲ ὁ ὄχλος ἐπὶ τῷ γεγονότι ἐκρότησε μετὰ πολλῆς ἐπισημασίας, καί τις εἶπε τῶν Σπαρτιατῶν, ναὶ ναὶ Cobet: νὴ. τὼ σιώ, ἴσασι μὲν οἱ Ἀθηναῖοι τὰ καλά, οὐ πράσσουσι δέ.
69.56 ἐπαίτης ᾔτησε Λάκωνα ἀλλὰ εἰ δοίην σοι, ἔφη, μᾶλλον πτωχεύσεις, τῆς δὲ ἀσχημοσύνης σου ταύτης ὁ πρῶτος μεταδοὺς αἴτιος, ἀργόν σε ποιήσας.
69.57 Λάκων ἰδὼν ἀγείροντά τινα θεοῖς, οὐδὲν εἶπε φροντίζειν θεῶν πτωχοτέρων ἑαυτοῦ.
69.58 λαβών τις μοιχὸν ἐπʼ αἰσχρᾷ γυναικί, ἄθλιε, εἶπε, τίς τοι ἀνάγκα;
69.59 ἄλλος ἀκούων ῥήτορος μεγάλας στρέφοντος περιόδους, ἀλλὰ ναὶ τὼ σιώ, εἶπεν, ἀνδρεῖὸς γε ὁ ἄνθρωπος· πρὸς οὐδὲν ὑποκείμενον εὖ στροβιλοῖ στροβιλοῖ] στροβιλῶν E. Kurtz. τὴν γλῶτταν.
69.60 εἰς Λακεδαίμονα παραγενόμενός τις καὶ τὴν πρὸς τοὺς πρεσβύτας τῶν νέων τιμὴν θεασάμενος, ἐν Σπάρτῃ μόνῃ, εἶπε, λυσιτελεῖ γηράσκειν.
69.61 ἐρωτηθεὶς Λάκων ὁποῖός ἐστι Τυρταῖος ὁ ποιητής, ἀγαθός, εἶπε, κακκονῆν κακκονῆν van Herwerden (cf. also Moralia, 959 b, and the Life of Cleomenes, chap. ii.): κακανεῖν. νέων ψυχάς.
69.62 ἕτερος ἀλγῶν τοὺς ὀφθαλμοὺς ἐξῄει ἐπὶ πόλεμον· λεγόντων δὲ αὐτῷ τινων, ποῦ ἄπει οὕτως ἔχων ἢ τί ποιήσων; κἂν μηδὲν ἕτερον πράξω, ἔφη, πολεμίου γε μάχαιραν ἀμβλυνῶ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme