69.68
Λάκωνά τινά τις μυσταγωγῶν ἠρώτα τί πράξας ἑαυτῷ σύνοιδεν ἀσεβέστατον, ὁ δέ, γιγνώσκουσιν οἱ θεοί, ἔφη· ἐπικειμένου δὲ μᾶλλον καὶ λέγοντος, πάντως σε δεῖ εἰπεῖν, ὁ Λάκων ἀντηρώτησε, τίνι με δεῖ εἰπεῖν, σοὶ ἢ τῷ θεῷ, τοῦ δὲ εἰπόντος, τῷ θεῷ, σὺ τοίνυν, ἔφη, ἀποχώρησον.
69.69
ἕτερος νυκτὸς μνῆμα παριὼν καὶ φαντασιωθεὶς δαιμόνιόν τι ἐπέδραμε τῇ λόγχῃ διαράμενος, καὶ ἐναπερείδων εἶπε, πῇ με φεύγεις, δὶς ἀποθανουμένη ψυχή;ν
69.70
ἄλλος εὐξάμενος ἀπὸ τοῦ Λευκάτα ῥίπτειν ἑαυτὸν ἀνέβη καὶ ὑπέστρεψεν ἰδὼν τὸ ὕψος· ὀνειδιζόμενος δὲ εἶπεν οὐκ ᾤμαν τὰν εὐχὰν ἄλλας μείζονος εὐχᾶς δεῖσθαι.
69.71
ἄλλος ἐπὶ παρατάξεως τῷ πολεμίῳ τὸ ξίφος καταφέρειν μέλλων, ἐπεὶ τὸ ἀνακλητικὸν ἐσήμηνεν, οὐκέτι κατήνεγκε πυθομένου δέ τινος διὰ τί τὸν ἐχθρὸν ἔχων ὑποχείριον οὐκ ἀπέκτεινεν, ὅτι, ἔφη, βέλτιόν ἐστι τοῦ φονεύειν τὸ πείθεσθαι τῷ ἄρχοντι.
69.72
Λάκωνί τινι ἡττωμένῳ ἐν Ὀλυμπίᾳ εἶπέ τις ὁ ἀνταγωνιστής, ὦ Λάκων, ἐγένετό σου κρείττων οὐ μὲν οὖν, ἔφη, ἀλλὰ καββαλικώτερος.