2.50
Ξενοφῶντα δὲ τὸν σοφὸν ἔχων μεθʼ ἑαυτοῦ σπουδαζόμενον, ἐκέλευε τοὺς παῖδας ἐν Λακεδαίμονι τρέφειν μεταπεμψάμενον, τὸ κάλλιστον τῶν μαθημάτων παιδευθησομένους, ἄρχειν τε καὶ ἄρχεσθαι.
2.51
ἄλλοτε δʼ ἐρωτώμενος διὰ τί μάλιστα παρὰ τοὺς ἄλλους εὐδοκιμοῦσιν οἱ Σπαρτιᾶται, διότι εἶπε παρὰ τοὺς ἄλλους ἀσκοῦσιν ἄρχειν τε καὶ ἄρχεσθαι.
2.52
Λυσάνδρου δὲ τελευτήσαντος, εὑρὼν ἑταιρείαν πολλὴν συνεστῶσαν, ἣν ἐκεῖνος εὐθὺς ἐπανελθὼν ἀπὸ τῆς Ἀσίας συνέστησεν ἐπὶ τὸν Ἀγησίλαον, ὥρμησεν αὐτὸν ἐξελέγχειν οἷος ἦν ζῶν πολίτης. καὶ λόγον ἀναγνοὺς ἐν βιβλίῳ ἀπολελειμμένον, ὃν ἔγραψε μὲν Κλέων ὁ Ἁλικαρνασσεύς, ἔμελλε δὲ λέγειν ἀναλαβὼν ὁ Λύσανδρος ἐν τῷ δήμῳ περὶ πραγμάτων καινῶν καὶ μεταστάσεως τοῦ πολιτεύματος, ἠθέλησεν εἰς μέσον ἐξενεγκεῖν ἐπεὶ δέ τις τῶν γερόντων τὸν λόγον ἐπελθὼν καὶ φοβηθεὶς τὴν δεινότητα συνεβούλευσε μὴ τὸν Λύσανδρον ἀνορύττειν, ἀλλὰ τὸν λόγον μᾶλλον αὐτῷ συγκατορύττειν, ἐπείσθη καὶ ἡσύχασε.
2.53
τοὺς δὲ ὑπεναντιουμένους αὐτῷ φανερῶς μὲν οὐκ ἐτάραττε διαπραττόμενος δὲ πέμπεσθαί δὲ πεμπεσθαι *: δʼ ἕπεσθαι τινας ἀεὶ στρατηγοὺς καὶ ἄρχοντας ἐξ αὐτῶν ἐπεδείκνυε ἐπεδείκνυε *: ἐπιδείκνυε γενομένους ἐν ταῖς ἐξουσίαις πονηροὺς καὶ πλεονέκτας· εἶτα κρινομένοις πάλιν αὖ βοηθῶν καὶ συναγωνιζόμενος οἰκείους ἐποιεῖτο καὶ μεθίστη πρὸς ἑαυτόν, ὥστε οὐδένα ἀντίπαλον εἶναι.
2.54
ἐδεήθη τις αὐτοῦ γράψαι πρὸς τοὺς ἐπʼ Ἀσίας ξένους, ὅπως τύχῃ τοῦ δικαίου ἀλλʼ οἱ ἐμοὶ ξένοι εἶπε τὰ δίκαια διʼ ἑαυτῶν, κἂν ἐγὼ μὴ γράψω, ποιοῦσιν.
2.55
ἐπεδείκνυέ τις αὐτῷ τῆς πόλεως τὸ τεῖχος ὀχυρὸν καὶ καρτερῶς ἄγαν ἐξῳκοδομημένον, καὶ ἠρώτα εἰ καλὸν αὐτῷ φαίνεται· νὴ Δία ἔφη καλὸν οὐχ ὡς ἀνδράσι δὲ ἀλλʼ ὡς γυναιξὶν ἐνοικεῖν.
2.56
Μεγαρέως δέ τινος περὶ τῆς πόλεως πρὸς αὐτὸν μεγαλαυχουμένου, μειράκιον ἔφη οἱ λόγοι σου πολλῆς δυνάμεως πολλῆς δυνάμεως] πόλεως Cobetus δέονται.