Thesauros Literature biography Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα

Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα

Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα Plutarch
13 τόδε τόδε F.C.B. (τοῦτο in the Life of Lycurgus, chap. xvii.): τὸ δὲ. ἔργον τῆς σιτοδείας· διά τε ταῦτα γλίσχρα γλίσχρα F.C.B.: γλίσχρον. ἦν καὶ ἵνʼ ἐθίζωνται μηδέποτε γίγνεσθαι πλήρεις, δύνασθαι δὲ πεινῆν· οὕτω γὰρ ᾤοντο καὶ ἐν πολέμῳ χρησιμωτέρους ἔσεσθαι, εἰ δύναιντο καὶ ἀσιτήσαντες ἐπιπονῆσαι· καὶ ἐγκρατεστέρους δὲ καὶ εὐτελεστέρους, εἰ πλείω χρόνον διάγοιεν ἀπὸ μικρᾶς δαπάνης· τὴν δʼ ἀνοψίαν ὑποφέρειν, ὑποφέρειν Meziriacus: ἀποφέρειν. ὡς βρῶμα τὸ τυχὸν προσφέρεσθαι, ᾤοντο ὑγιεινότερα τὰ σώματα ἀπὸ τῆς ἐλλειπούσης ποιεῖν τροφῆς, νομίζοντες εἰς βάθος τε καὶ πλάτος ὁρμῇ ὁρμῇ F.C.B.: μὴ. πιεζόμενα πιεζόμενα Turnebus: πιεζόμενον. ἐπαίρειν εἰς ὕψος τὰ σώματα, καὶ καλὰ δὲ ποιεῖν· τὰς γὰρ ἰσχνὰς καὶ διακένους ἕξεις ὑπακούειν πρὸς τὴν διάρθρωσιν, τὰς δὲ πολυτρόφους πολυτρόφους Xylander: πολυτρόπους. διὰ βάρος ἀντιβαίνειν.
14 ἐσπούδαζον δὲ καὶ περὶ τὰ μέλη καὶ τὰς ᾠδὰς οὐδὲν ἧττον κέντρον δʼ εἶχε ταῦτα ἐγερτικὸν θυμοῦ καὶ φρονήματος καὶ παραστατικὸν ὁρμῆς ἐνθουσιώδους καὶ πρακτικῆς. καὶ ἡ λέξις ἦν ἀφελὴς καὶ ἄθρυπτος· οὐδὲν δʼ ἕτερον εἶχεν ἢ ἐπαίνους τῶν γεννικῶς ζησάντων καὶ ὑπὲρ τῆς Σπάρτης ἀποθανόντων καὶ εὐδαιμονιζομένων, καὶ ψόγους τῶν τρεσάντων ὡς ἀλγεινὸν καὶ κακοδαίμονα βιούντων βίον ἐπαγγελίαν τε καὶ μεγαλαυχίαν πρὸς ἀρετὴν πρέπουσαν ἐπαγγελίαν... μεγαλαυχίαν... πρέπουσαν Pantazides and F.C.B.: ἐπαγγελία... μεγαλαυχία... πρέπουσα. Kronenberg would put them all in the acc. plural. ταῖς ἡλικίαις.
15 τριῶν οὖν χορῶν ὄντων κατὰ τὰς τρεῖς ἡλικίας καὶ συνισταμένων ἐν ταῖς ἑορταῖς, ὁ μὲν τῶν γερόντων ἀρχόμενος ᾖδεν, ἁμές ποκʼ ποκʼ Life of Lycurgus, chap. xxi.: ποτʼ. ἦμες ἄλκιμοι νεανίαι· εἶτα ὁ τῶν ἀκμαζόντων ἀνδρῶν ἀμειβόμενος, ἁμὲς δέ γʼ εἰμές εἰμές Moralia, 544 e: ἐσμέν.· αἰ δὲ λῇς, αὐγάζεο· ὁ δὲ τρίτος ὁ τῶν παίδων, ἁμὲς δὲ γʼ ἐσσόμεσθα πολλῷ κάρρονες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme