Thesauros Literature biography Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα

Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα

Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα Plutarch
25 ὅταν στρατηγήματι τοὺς πολεμίους νικήσωσι, βοῦν τῷ Ἄρει θύουσιν· ὅταν δʼ ἐκ τοῦ φανεροῦ, ἀλεκτρυόνα· ἐθίζοντες τοὺς ἡγουμένους οὐ μόνον πολεμικοὺς ἀλλὰ καὶ στρατηγικοὺς εἶναι.
26 ταῖς εὐχαῖς προστιθέασι τὸ ἀδικεῖσθαι δύνασθαι.
27 εὐχὴ δʼ αὐτῶν διδόναι τὰ καλὰ ἐπὶ τοῖς ἀγαθοῖς, καὶ πλέον οὐδέν.
28 Ἀφροδίτην σέβουσι τὴν ἐνόπλιον· καὶ πάντας δὲ τοὺς θεοὺς θήλεις καὶ ἄρρενας λόγχας ἔχοντας ποιοῦνται, ὡς ἁπάντων τὴν πολεμικὴν ἀρετὴν ἐχόντων.
29 ἐπιλέγουσι δὲ καὶ οἱ παροιμιαζόμενοι τὰν χεῖρα ποτιφέροντα τὰν τύχαν καλεῖν, Leutsch. 2 p. 653 ὡς δέον ἐπικαλεῖσθαι τοὺς θεοὺς μετὰ τοῦ ἐγχειρεῖν τι καὶ πράττειν, ἄλλως δὲ μή.
30 τοῖς παισὶν ἐπεδείκνυον τοὺς εἵλωτας μεθύσαντες εἰς ἀποτροπὴν πολυοινίας.
31 ἔθος ἦν αὐτοῖς μηδὲ κόπτειν τὰς αὐλείους ἀλλʼ ἔξωθεν βοᾶν.
32 στλεγγίσιν οὐ σιδηραῖς ἀλλὰ καλαμίναις ἐχρῶντο.
33 κωμῳδίας καὶ τραγῳδίας οὐκ ἠκροῶντο, ὅπως μήτε ἐν σπουδῇ μήτε ἐν παιδιᾷ ἀκούωσι τῶν ἀντιλεγόντων τοῖς νόμοις.
34 Ἀρχίλοχον τὸν ποιητὴν ἐν Λακεδαίμονι γενόμενον αὐτῆς ὥρας ἐδίωξαν, διότι ἐπέγνωσαν αὐτὸν πεποιηκότα ὡς κρεῖττόν ἐστιν ἀποβαλεῖν τὰ ὅπλα ἢ ἀποθανεῖν· ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν περὶ θάμνῳ Bergk. 2 p. 384 ἔντος ἐντος Brenckius: ἐντὸς ἀμώμητον κάλλιπον οὐκ ἐθέλων· αὐτὸς δʼ ἐξέφυγον θανάτου τέλος· αὐτὸς - τέλος add Sextus Emp. Hypot. 3 p. 182 ἀσπὶς ἐκείνη ἐρρέτω· ἐξαῦθις κτήσομαι οὐ κακίω.
35 κόραις καὶ κόροις κοινὰ τὰ ἱερά.
36 Σκιραφίδαν ἐζημίωσαν οἱ ἔφοροι, ὅτι ὑπὸ πολλῶν ἠδικεῖτο.
37 σακκοφόρον ἀνεῖλον, διότι παρυφὴν εἰς τὸν σάκκον ἐνέβαλε.
38 τὸν ἐκ τοῦ γυμνασίου νεανίσκον ἐπετίμων, ὅτι τὴν εἰς Πυλαίαν ὁδὸν ἠπίστατο.
39 Κηφισοφῶντα, εἰπόντα περὶ τοῦ τυχόντος δύνασθαι ὅλην τὴν ἡμέραν λέγειν, ἐξέβαλον, φάμενοι τὸν ἀγαθὸν μυθητὰν δεῖν τοῖς πράγμασιν ἴσον τὸν λόγον ἔχειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme