Thesauros Literature biography Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα

Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα

Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα Plutarch
31 ἔθος ἦν αὐτοῖς μηδὲ κόπτειν τὰς αὐλείους ἀλλʼ ἔξωθεν βοᾶν.
32 Στλεγγίσιν οὐ σιδηραῖς ἀλλὰ καλαμίναις ἐχρῶντο.
33 κωμῳδίας καὶ τραγῳδίας οὐκ ἠκροῶντο, ὅπως μήτε ἐν σπουδῇ μήτε ἐν παιδιᾷ ἀκούωσι τῶν ἀντιλεγόντων τοῖς νόμοις.
34 Ἀρχίλοχον τὸν ποιητὴν ἐν Λακεδαίμονι γενόμενον αὐτῆς ὥρας ἐδίωξαν, διότι ἐπέγνωσαν αὐτὸν πεποιηκότα ὡς κρεῖττόν ἐστιν ἀποβαλεῖν τὰ ὅπλα ἢ ἀποθανεῖν· ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν περὶ θάμνῳ ἔντος ἔντος Brunck: ἐντὸς. ἀμώμητον κάλλιπον οὐκ ἐθέλων· αὐτὸς δʼ ἐξέφυγον θανάτου τέλος· αὐτὸς... τέλος omitted here, is found in Sextus Empiricus, Pyrrhon. Hypotyposes, iii. 216 (p. 182). ἀσπὶς ἐκείνη ἐρρέτω· ἐξαῦθις κτήσομαι οὐ κακίω.
35 κόραις καὶ κόροις κοινὰ τὰ ἱερά.
36 Σκιραφίδαν ἐζημίωσαν οἱ ἔφοροι, ὅτι ὑπὸ πολλῶν ἠδικεῖτο.
37 Σακκοφόρον ἀνεῖλον, διότι παρυφὴν εἰς τὸν σάκκον ἐνέβαλεν.
38 τὸν ἐκ τοῦ γυμνασίου νεανίσκον ἐπετίμων, ὅτι τὴν εἰς Πυλαίαν ὁδὸν ἠπίστατο,
39 Κηφισοφῶντα, εἰπόντα περὶ τοῦ τυχόντος δύνασθαι ὅλην τὴν ἡμέραν λέγειν, ἐξέβαλον, φάμενοι τὸν ἀγαθὸν μυθητὰν δεῖν τοῖς πράγμασιν ἴσον τὸν λόγον ἔχειν.
40 οἱ παῖδες παρʼ αὐτοῖς ξαινόμενοι μάστιξι διʼ ὅλης τῆς ἡμέρας ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθίας Ἀρτέμιδος μέχρι θανάτου πολλάκις διακαρτεροῦσιν ἱλαροὶ καὶ γαῦροι, ἁμιλλώμενοι περὶ νίκης πρὸς ἀλλήλους, ὅστις αὐτῶν ἐπὶ πλέον τε καὶ μᾶλλον καρτερήσειε τυπτόμενος· καὶ ὁ περιγενόμενος ἐν τοῖς μάλιστα ἐπίδοξός ἐστι. καλεῖται δὲ ἡ ἅμιλλα διαμαστίγωσις γίγνεται δὲ καθʼ ἕκαστον ἔτος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme