Thesauros Literature biography Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα

Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα

Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα Plutarch
41 ἕν δέ τι τῶν καλῶν καὶ μακαρίων ἐδόκει παρεσκευακέναι τοῖς πολίταις ὁ Λυκοῦργος ἀφθονίαν σχολῆς· τέχνης μὲν γὰρ ἅψασθαι βαναύσου τὸ παράπαν οὐκ ἐξῆν χρηματισμοῦ δὲ συναγωγὴν ἔχοντος ἐργώδη καὶ πραγματείας πραγματείας] πραγματείαν, Life of Lycurgus, chap. xxiv.οὐδʼ ὁτιοῦν ἔδει διὰ τὸ κομιδῇ τὸν πλοῦτον ἄζηλον πεποιηκέναι καὶ ἄτιμον. οἱ δὲ εἵλωτες αὐτοῖς εἰργάζοντο τὴν γῆν ἀποφέροντες ἀποφέροντες added by Turnebus. ἀποφορὰν τὴν ἄνωθεν ἱσταμένην. ἱσταμένην] ἑσταμένην most mss. ἐπάρατον ἐπάρατον] ἀπόρρητον Wyttenbach. δʼ ἦν πλείονός τινα μισθῶσαι, ἵνα ἐκεῖνοι μὲν κερδαίνοντες ἡδέως ὑπηρετῶσιν, οὗτοι δὲ μὴ πλέον ἐπιζητῶσιν.
42 ἀπείρητο δʼ αὐτοῖς ναύταις εἶναι καὶ ναυμαχεῖν ὕστερον μέντοι ἐναυμάχησαν, καὶ τῆς θαλάττης κρατήσαντες πάλιν ἀπέστησαν, διαφθειρόμενα τὰ ἤθη τῶν πολιτῶν θεωροῦντες. ἀλλὰ πάλιν μετεβάλοντο καθάπερ ἐν τοῖς ἄλλοις πᾶσι· καὶ γὰρ χρημάτων συναχθέντων τοῖς Λακεδαιμονίοις, οἱ συναγαγόντες θανάτῳ κατεδικάσθησαν. Ἀλκαμένει γὰρ καὶ Θεοπόμπῳ τοῖς βασιλεῦσι χρησμὸς ἐδόθη ἁ φιλοχρηματία Σπάρταν ὀλέει. ὀλέει or ἀπολεῖ F.C.B.: ὀλεῖ. ἀλλʼ ὅμως Λύσανδρος ἑλὼν Ἀθηναίους πολὺν χρυσὸν καὶ ἄργυρον εἰσήγαγε, καὶ παρεδέξαντο καὶ ἐτίμησαν τὸν ἄνδρα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme