Thesauros Literature biography Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα

Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα

Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα Plutarch
42 τοῖς μὲν οὖν Λυκούργου χρωμένη νόμοις ἡ πόλις καὶ τοῖς ὅρκοις ἐμμείνασα ἐπρώτευε τῆς Ἑλλάδος εὐνομίᾳ καὶ δόξῃ χρόνον ἐτῶν πεντακοσίων· κατʼ ὀλίγον δὲ παραβαινομένων καὶ πλεονεξίας καὶ φιλοπλουτίας παρεισδυομένης, καὶ τὰ τῆς δυνάμεως ἠλαττοῦτο καὶ οἱ σύμμαχοι διὰ ταῦτα δυσμενῶς εἶχον πρὸς αὐτούς. ἀλλʼ ὅμως οὕτως ἔχοντες μετὰ τὴν Φιλίππου τοῦ Μακεδόνος ἐν Χαιρωνείᾳ νίκην, πάντων αὐτὸν τῶν Ἑλλήνων ἡγεμόνα κατά τε γῆν καὶ κατὰ θάλατταν ἀναγορευσάντων, καὶ μεταξὺ δʼ Ἀλέξανδρον τὸν υἱὸν μετὰ τὴν Θηβαίων καταστροφήν, μόνοι Λακεδαιμόνιοι, καίπερ ἀτείχιστον πόλιν ἔχοντες καὶ ὀλίγοι πάνυ ὄντες διὰ τοὺς συνεχεῖς πολέμους καὶ πολὺ ἀσθενέστεροι καὶ εὐχείρωτοι γενόμενοι, πάνυ βραχέα τινὰ ζώπυρα διασῴζοντες τῆς Λυκούργου νομοθεσίας, οὔτε συνεστράτευσαν οὔτε τούτοις οὔτε τοῖς μεταξὺ Μακεδονικοῖς βασιλεῦσιν, οὔτʼ εἰς συνέδριον κοινὸν εἰσῆλθον οὐδὲ φόρον ἤνεγκαν· ἕως οὗ παντάπασιν ὑπεριδόντες τὴν Λυκούργου νομοθεσίαν ὑπὸ τῶν ἰδίων πολιτῶν ἐτυραννεύθησαν μηδὲν ἔτι σῴζοντες τῆς πατρίου ἀγωγῆς, καὶ παραπλήσιοι τοῖς ἄλλοις γενόμενοι τὴν πρόσθεν εὔκλειαν καὶ παρρησίαν ἀπέθεντο καὶ εἰς δουλείαν μετέστησαν, καὶ νῦν ὑπὸ Ῥωμαίοις καθάπερ οἱ ἄλλοι Ἕλληνες ἐγένοντο.
← Previous 8 / 8

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme