Thesauros Literature biography Λακαινῶν ἀποφθάγματα

Λακαινῶν ἀποφθάγματα

Λακαινῶν ἀποφθάγματα Plutarch
5.7 ἐκπέμψασά τις τοὺς υἱοὺς αὑτῆς πέντε ὄντας ἐπὶ πόλεμον, ἐν τοῖς προαστείοις εἱστήκει καραδοκοῦσα τί ἐκ τῆς μάχης ἀποβήσοιτο· ὡς δὲ παραγενόμενός τις πυθομένῃ ἀπήγγειλε τοὺς παῖδας ἅπαντας τετελευτηκέναι, ἀλλʼ οὐ τοῦτο ἐπυθόμην, εἶπε, κακὸν ἀνδράποδον, ἀλλὰ τί πράττει ἡ πατρίς. φήσαντος δὲ ὅτι νικᾷ, ἀσμένη τοίνυν, εἶπε, δέχομαι καὶ τὸν τῶν παίδων θάνατον.
5.8 Θάπτουσά τις τὸν υἱόν, ὡς γραΐδιον εὐτελὲς προσελθὸν αὐτῇ, ὦ γύναι, τᾶς τύχας, εἶπε, νὴ. τὼ σιώ ἀλλὰ τᾶς καλᾶς γʼ, ἔφη· καὶ γὰρ αὐτὸν οὗ ἕνεκεν ἔτεκον, ἵνʼ ὑπὲρ τᾶς Σπάρτας ἀποθάνῃ, τοῦτό μοι συνέβη.
5.9 Σεμνυνομένης γυναικός τινος Ἰωνικῆς ἐπί τινι τῶν ἑαυτῆς ὑφασμάτων ὄντι πολυτελεῖ, Λάκαινα ἐπιδείξασα τοὺς τέτταρας υἱοὺς ὄντας κοσμιωτάτους, τοιαῦτα, ἔφη, δεῖ εἶναι τὰ τῆς καλῆς καὶ ἀγαθῆς γυναικὸς ἔργα καὶ ἐπὶ τούτοις ἐπαίρεσθαι καὶ μεγαλαυχεῖν.
5.10 ἄλλη ἀκούσασα περὶ τοῦ υἱοῦ, ὡς κακῶς ἐπὶ τῆς ξένης ἀναστρέφοιτο, ἔγραψε, κακά τευ τευ Valckenaer as in no. 3 supra (241 a) and Stobaeus, Florilegium, cviii. 83: τοι. φάμα κακκέχυται· ταύταν ἀπώθευ ἀπώθευ Hatzidakis (cf. Cicero, Ad Atticum, xiv. 22): ἀπόθευ. ἢ μὴ ἔσο.
5.11 παραπλησίως δὲ καὶ Χίων φυγάδες ἐλθόντες εἰς Σπάρτην πολλὰ Παιδαρήτου Παιδαρήτου, -τῳ] Πεδαρίτου, -τῳ is perhaps the correct spelling; cf. Thucydides, viii. 28. κατηγόρουν μεταπεμφαμένη δὲ αὐτοὺς ἡ μήτηρ αὐτοῦ Τελευτία καὶ ἀκούσασα ὧν ἐνεκάλουν, ἐπεὶ ἐδόκει αὐτῇ ἁμαρτάνειν ὁ υἱός, ἐπέστειλεν, ἁ μάτηρ Παιδαρήτῳ Παιδαρήτου, -τῳ] Πεδαρίτου, -τῳ is perhaps the correct spelling; cf. Thucydides, viii. 28.· ἢ βελτίονα πρᾶσσε ἢ αὖθι μένε, ἀπογνοὺς τὰν ἐς Σπάρταν σωτηρίαν.
5.12 ἑτέρα ἐπʼ ἀδικήματι τῷ παιδὶ κρινομένῳ, τέκνον, εἶπεν, ἢ τᾶς αἰτίας ἢ σεαυτὸν τοῦ ζῆν ἀπόλυσον.
5.13 ἄλλη χωλὸν υἱὸν ἐπὶ παράταξιν προπέμπουσα, τέκνον, εἶπε, κατὰ βῆμα τῆς ἀρετῆς μέμνησο.
5.14 ἄλλη, τοῦ παιδὸς αὐτῇ ἀφικομένου ἀπὸ παρατάξεως τετρωμένου τὸν πόδα καὶ σφόδρα ἀλγοῦντος, ἐὰν τῆς ἀρετῆς, εἶπε, μέμνῃ, ὦ τέκνον, καὶ ἄπονος ἔσῃ καὶ θαρρήσεις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme