Thesauros Literature biography Λακαινῶν ἀποφθάγματα

Λακαινῶν ἀποφθάγματα

Λακαινῶν ἀποφθάγματα Plutarch
5.26 κρύφα τις διαπαρθενευθεῖσα καὶ διαφθείρασα τὸ βρέφος οὕτως ἐνεκαρτέρησε μηδεμίαν προενεγκαμένη φωνήν, ὥστε καὶ τὸν πατέρα καὶ ἄλλους πλησίον ὄντας λαθεῖν ἀποκυήσασα· τὸ γὰρ μέγεθος τῶν ἀλγηδόνων τῇ εὐσχημοσύνῃ τὸ ἄσχημον προσπεσὸν ἐνίκησε.
5.27 Λάκαινα πιπρασκομένη καὶ ἐρωτωμένη τί ἐπίσταται, ἔφη, πιστὰ ἦμεν.
5.28 ἄλλη αἰχμαλωτευθεῖσα καὶ ἐρωτωμένη παραπλησίως, εὖ οἰκεῖν οἶκον, ἔφη.
5.29 ἐρωτηθεῖσά τις ὑπό τινος, εἰ ἔσται ἀγαθή, ἂν αὐτὴν ἀγοράσῃ, εἶπε, κἂν μὴ ἀγοράσῃς.
5.30 ἄλλη πιπρασκομένη, τοῦ κήρυκος πυνθανομένου τί ἐπίσταται, ἐλευθέρα, εἶπεν, ἦμεν. νὡς δὲ ὁ ὠνησάμενος προσέταττέ τινα αὐτῇ οὐχ ἁρμόζοντα ἐλευθέρᾳ, εἰποῦσα, οἰμώξῃ φθονήσας σεαυτῷ τοιούτου κτήματος, ἐξήγαγεν ἑαυτήν.
← Previous 5 / 5

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme