14
Ταρκύνιον Σούπερβον, ἕβδομον ἀπὸ Ῥωμύλου βασιλεύοντα Ῥωμαίων, ἐξήλασεν ὕβρις ὕβρις] υἱέος ὕβρις S. A. Naber, wrongly, as is clear from Plutarch’s Life of Publicola, chap. i. καὶ ἀρετὴ Λουκρητίας, γυναικὸς ἀνδρὶ γεγαμημένης λαμπρῷ καὶ κατὰ γένος προσήκοντι τοῖς βασιλεῦσιν. ἐβιάσθη μὲν γὰρ ὑφʼ ἑνὸς τῶν Ταρκυνίου παίδων, ἐπιξενωθέντος αὐτῇ· φράσασα δὲ τοῖς φίλοις καὶ οἰκείοις τὸ πάθος εὐθὺς ἀπέσφαξεν ἑαυτήν. ἐκπεσὼν δὲ τῆς ἀρχῆς ὁ Ταρκύνιος ἄλλους τε πολλοὺς ἐπολέμησε πολέμους, πειρώμενος ἀναλαβεῖν τὴν ἡγεμονίαν· καὶ τέλος ἄρχοντα Τυρρηνῶν Πορσίναν ἔπεισεν ἐπὶ τὴν Ῥώμην στρατεῦσαι μετὰ πολλῆς δυνάμεως. ἅμα δὲ τῷ πολέμῳ καὶ λιμοῦ συνεπιτιθεμένου τοῖς Ῥωμαίοις, πυνθανόμενοι τὸν Πορσίναν οὐ πολεμικὸν εἶναι μόνον, ἀλλὰ καὶ δίκαιον ἄνδρα καὶ χρηστόν, ἐβούλοντο χρῆσθαι δικαστῇ πρὸς τὸν Ταρκύνιον. ἀπαυθαδισαμένου δὲ τοῦ Ταρκυνίου καὶ τὸν Πορσίναν, εἰ μὴ μενεῖ μένει] μενεῖ G. Papavassiliu, wrongly, as is clear from Plutarch’s Life of Publicola, chap. xviii. σύμμαχος βέβαιος, οὐδὲ κριτὴν δίκαιον ἔσεσθαι φάσκοντος, ἀφεὶς ἐκεῖνον ὁ Πορσίνας ἔπραττεν, ὅπως φίλος ἄπεισι Ῥωμαίων, τῆς τε χώρας ὅσην ἀπετέτμηντο Τυρρηνῶν καὶ τοὺς αἰχμαλώτους κομισάμενος. ἐπὶ τούτοις ὁμήρων αὐτῷ δοθέντων δέκα μὲν ἀρρένων παίδων δέκα δὲ θηλειῶν ἐν αἷς ἦν ἡ Ποπλικόλα τοῦ ὑπάτου θυγάτηρ Οὐαλερία, πᾶσαν εὐθὺς ἀνῆκε τὴν πρὸς τὸν πόλεμον παρασκευήν, καίπερ οὔπω τέλος ἐχούσης τῆς ὁμολογίας.