Thesauros Literature biography Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί Plutarch
15 τῶν μὲν οὖν κοινῇ πεπραγμένων γυναιξὶ μυρίων ὄντων ἱκανὰ ταῦτα παραδείγματα τὰς δὲ καθʼ ἑκάστην ἀρετάς, ὅπως ἂν ἐπίῃ, σποράδην ἀναγράψομεν, οὐδὲν οἰόμενοι τῆς κατὰ χρόνον τάξεως δεῖσθαι τὴν ὑποκειμένην ἱστορίαν.

Πιερία

16 τῶν εἰς Μίλητον ἀφικομένων Ἰώνων στασιάσαντες ἔνιοι πρὸς τοὺς Νείλεω παῖδας, ἀπεχώρησαν εἰς Μυοῦντα κἀκεῖ κατῴκουν, πολλὰ κακὰ πάσχοντες ὑπὸ τῶν Μιλησίων· ἐπολέμουν γὰρ αὐτοῖς διὰ τὴν ἀποστασίαν. ἀποστασίαν] ἀπόστασιν Cobetus οὐ μὴν ἀκήρυκτος ἦν ἦν] γ’ ἦν idem οὐδʼ ἀνεπίμικτος ὁ πόλεμος, ἀλλʼ ἔν τισιν ἑορταῖς ἐφοίτων εἰς Μίλητον ἐκ τοῦ Μυοῦντος αἱ γυναῖκες. ἦν δὲ Πύθης ἀνὴρ ἐν αὐτοῖς ἐμφανής, γυναῖκα μὲν ἔχων Ἰαπυγίαν, θυγατέρα δὲ Πιερίαν. οὔσης οὖν ἑορτῆς Ἀρτέμιδι καὶ θυσίας παρὰ Μιλησίοις, ἣν Νηληίδα Νηληίδα] Νειλήια idem προσαγορεύουσιν, ἔπεμψε τὴν γυναῖκα καὶ τὴν θυγατέρα, δεηθείσας ὅπως τῆς ἑορτῆς μετάσχωσι· τῶν δὲ Νείλεω παίδων ὁ δυνατώτατος ὄνομα Φρύγιος τῆς Πιερίας ἐρασθεὶς ἐνενόει, ἐνενόει] ἤρετο idem ex Polyaen. 8, 35. Sed cf. Erotici Script. ed. Hercher. 1 p. 379, 4. 391, 2 τί ἂν αὐτῇ μάλιστα γένοιτο παρʼ αὐτοῦ κεχαρισμένον. εἰπούσης δʼ ἐκείνης εἰ διαπράξαιό μοι τὸ πολλάκις ἐνταῦθα καὶ μετὰ πολλῶν βαδίζειν συνεὶς συνεὶς *: συνεὶς οὐν ὁ Φρύγιος δεομένην φιλίας καὶ εἰρήνης τοῖς πολίταις κατέπαυσε τὸν πόλεμον. ἦν οὖν ἐν ἀμφοτέραις ταῖς πόλεσι δόξα καὶ τιμὴ τῆς Πιερίας, ὥστε καὶ τὰς Μιλησίων εὔχεσθαι γυναῖκας ἄχρι νῦν οὕτως ἐρᾶν τοὺς ἄνδρας αὐτῶν, ὡς Φρύγιος ἠράσθη Πιερίας.

Πολυκρίτη

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme