15
τῆς δὲ νυκτὸς Ἑλλάνικος ἐδόκει κατὰ τοὺς ὕπνους τῶν τεθνηκότων υἱῶν τὸν ἕτερον λέγειν αὐτῷ παραστάντα, τί πέπονθας, ὦ πάτερ, καθεύδων πέπονθας ... καθεύδων;] πεπονθὼς ... καθεύδεις; Dinse.; αὔριον δέ σε δεῖ τῆς πόλεως στρατηγεῖν. οὗτός τε δὴ διὰ τὴν ὄψιν εὐθαρσὴς γεγενημένος παρεκάλει τοὺς ἑταίρους, ἑταίρους Wyttenbach: ἑτέρους. ὃ τ’ Ἀριστότιμος πυθόμενος Κρατερὸν αὐτῷ βοηθοῦντα μετὰ πολλῆς δυνάμεως ἐν Ὀλυμπίᾳ καταστρατοπεδεύειν, οὕτως ἐξεθάρσησεν, ὥστʼ ἄνευ δορυφόρων εἰς τὴν ἀγορὰν προελθεῖν μετὰ τοῦ Κύλωνος. ὡς οὖν συνεῖδε τὸν καιρὸν Ἑλλάνικος, ὃ μὲν ἦν σημεῖον αὐτῷ πρὸς τοὺς μέλλοντας ἐπιχειρεῖν συγκείμενον οὐκ ἔδωκε, λαμπρᾷ δὲ τῇ φωνῇ καὶ ἅμα τὰς χεῖρας προτείνων ἀμφοτέρας, τί μέλλετε, μέλλετε] Dinse would insert ἔφη or ἐβόησεν. ἄνδρες ἀγαθοί; καλὸν τὸ θέατρον ἐν μέσῳ τῆς πατρίδος ἐναγωνίσασθαι. πρῶτος μὲν οὖν ὁ Κύλων σπασάμενος τὸ ξίφος παίει τινὰ τῶν ἑπομένων τῷ Ἀριστοτίμῳ Θρασυβούλου δὲ καὶ Λάμπιδος ἐξ ἐναντίας ἐπιφερομένων, ἔφθη μὲν ὁ Ἀριστότιμος εἰς τὸ τοῦ Διὸς ἱερὸν καταφυγών ἐκεῖ δʼ ἀποκτείναντες αὐτὸν καὶ τὸ σῶμα προβαλόντες εἰς τὴν ἀγορὰν ἐκάλουν τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν. οὐ μὴν ἔφθησάν γε πολὺ πολὺ Cobet: πολλοὶ. τὰς γυναῖκας· εὐθὺς γὰρ ἐξέδραμον μετὰ χαρᾶς καὶ ὀλολυγμοῦ, καὶ περιστᾶσαι τοὺς ἄνδρας ἀνέδουν καὶ κατέστεφον. εἶτα τοῦ πλήθους ἐπὶ τὴν οἰκίαν τοῦ τυράννου ῥυέντος, ἡ μὲν γυνὴ συγκλείσασα τὸν θάλαμον αὑτὴν ἀνήρτησε. δύο δʼ ἦσαν αὐτῷ αὐτῷ] αὐτῇ Dinse. θυγατέρες, παρθένοι μὲν ἔτι, κάλλισται δὲ τὴν ὄψιν, ἤδη γάμων ὥραν ἔχουσαι ταύτας συλλαβόντες εἷλκον ἔξω πάντως μὲν ἀνελεῖν, αἰκίσασθαι δὲ καὶ καθυβρίσαι πρότερον ἐγνωκότες. ἀπαντήσασα δʼ ἡ Μεγιστὼ μετὰ τῶν ἄλλων ἐβόα δεινὰ ποιεῖν αὐτούς, εἰ δῆμος ἀξιοῦντες εἶναι ταῦτα ταῦτα] ταὐτὰ Cobet, omitting ὅμοια. τολμῶσι καὶ ἀσελγαίνουσι τοῖς τυράννοις ὅμοια. ἐντρεπομένων δὲ πολλῶν τὸ ἀξίωμα τῆς γυναικὸς παρρησιαζομένης καὶ δακρυούσης, ἔδοξεν ἀφελεῖν τὴν ὕβριν, αὐτὰς δʼ ἐᾶσαι διʼ αὑτῶν ἀποθανεῖν.