15
ὡς δʼ οὖν ἀναστρέψαντες ἔνδον ἐκέλευον εὐθὺς ἀποθνήσκειν τὰς παρθένους, ἡ πρεσβυτέρα Μυρὼ Μυρὼ] Νοιρὼ Cobet. λύσασα τὴν ζώνην καὶ βρόχον ἐνάψασα τὴν ἀδελφὴν κατησπάζετο καὶ παρεκάλει προσέχειν καὶ ποιεῖν ἅπερ ἂν αὐτὴν θεάσηται ποιοῦσαν, ὅπως ἄν, ἔφη, μὴ ταπεινῶς μηδʼ ἀναξίως ἑαυτῶν καταστρέψωμεν. τῆς δὲ νεωτέρας δεομένης αὐτῇ παρεῖναι προτέρᾳ ἀποθανεῖν καὶ τῆς ζώνης ἀντιλαμβανομένης, οὐδὲν ἄλλο πώποτʼ, εἶπεν, οὐδὲ ἓν οὐδὲ ἓν F.C.B.: οὐδὲν. ἤρνημαί σοι δεομένῃ καὶ ταύτην οὖν λαβὲ τὴν χάριν, ἐγὼ δʼ ὑπομενῶ καὶ τλήσομαι τοῦ θανάτου βαρύτερον, τὸ σέ, φιλτάτη, προτέραν ἰδεῖν ἀποθνήσκουσαν. ἐκ τούτου τὴν μὲν ἀδελφὴν αὐτὴ διδάξασα τῷ τραχήλῳ περιβαλέσθαι τὸν βρόχον, ὡς ᾔσθετο τεθνηκυῖαν, καθεῖλε καὶ κατεκάλυψεν· αὐτὴ αὐτὴ F.C.B.: αὐτὴν. δὲ τὴν Μεγιστὼ παρεκάλεσεν ἐπιμεληθῆναι, καὶ μὴ περιιδεῖν αἰσχρῶς, ἐπειδὰν ἀποθάνῃ, τεθεῖσαν ὥστε μηδένα πικρὸν μηδὲ μισοτύραννον οὕτω γενέσθαι τῶν παρόντων, ὃς οὐκ ἔκλαυσεν οὐδὲ κατηλέησε τὴν τῶν παρθένων εὐγένειαν.
15
τῶν μὲν οὖν κοινῇ πεπραγμένων γυναιξὶ μυρίων ὄντων ἱκανὰ ταῦτα παραδείγματα· τὰς δὲ καθʼ ἑκάστην ἀρετάς, ὅπως ἂν ἐπίῃ, σποράδην ἀναγράψομεν, οὐδὲν οἰόμενοι τῆς κατὰ χρόνον τάξεως δεῖσθαι τὴν ὑποκειμένην ἱστορίαν.
Πιερία