Thesauros Literature biography Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί Plutarch

Ἀρεταφίλα

19 Ἀρεταφίλα δʼ ἡ Κυρηναία παλαιὰ μὲν οὐ γέγονεν ἀλλʼ ἐν τοῖς Μιθριδατικοῖς καιροῖς, ἀρετὴν δὲ καὶ πρᾶξιν ἐνάμιλλον τῇ βουλῇ τῇ βουλῇ] τῇ βελτίστῃ S. A. Naber, wrongly. τῶν ἡρωίδων παρέσχεν. ἦν δὲ θυγάτηρ μὲν Αἰγλάτορος Φαιδίμου δὲ γυνή, γνωρίμων ἀνδρῶν· καλὴ δὲ τὴν ὄψιν οὖσα, καὶ τὸ τὸ] τῷ Wyttenbach. φρονεῖν ἐδόκει περιττή τις εἶναι καὶ πολιτικῆς δεινότητος οὐκ ἄμοιρος· ἐπιφανῆ δʼ αὐτὴν αἱ κοιναὶ τύχαι τῆς πατρίδος ἐποίησαν.
19 Νικοκράτης γὰρ ἐπαναστὰς Κυρηναίοις τύραννος ἄλλους τε πολλοὺς ἐφόνευε τῶν πολιτῶν καὶ τὸν ἱερέα τοῦ Ἀπόλλωνος αὐτόχειρ ἀνελὼν Μελάνιππον, ἔσχε ἔσχε F.C.B.: εἶχε. τὴν ἱερωσύνην ἀνεῖλε δὲ καὶ Φαίδιμον τὸν τῆς Ἀρεταφίλας ἄνδρα καὶ τὴν Ἀρεταφίλαν ἔγημεν ἄκουσαν. πρὸς δὲ μυρίοις ἄλλοις παρανομήμασι φύλακας ἐπὶ τῶν πυλῶν κατέστησεν, οἳ τοὺς ἐκφερομένους νεκροὺς ἐλυμαίνοντο νύττοντες ξιφιδίοις καὶ καυτήρια προσβάλλοντες ὑπὲρ τοῦ μηδένα τῶν πολιτῶν ὡς νεκρὸν λαθεῖν ἐκκομιζόμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme