19
ἦν γὰρ αὐτῇ θυγάτηρ ἀνδρὸς ὥραν ἔχουσα καὶ τὴν ὄψιν ἱκανή ἱκανὴ] καλὴ S. A. Naber, wrongly, for the second sentence below shows that her beauty was not overpowering.· ταύτην ὑφῆκε τἀδελφῷ τοῦ τυράννου δέλεαρ, ὄντι μειρακίῳ πρὸς ἡδονὰς εὐαλώτῳ. πολὺς δὲ λόγος ἐστὶ χρησαμένην γοητείᾳ καὶ φαρμάκοις ἐπὶ τῇ κόρῃ τὴν Ἀρεταφίλαν, χειρώσασθαι καὶ διαφθεῖραι τοῦ νεανίσκου τὸν λογισμόν· ἐκαλεῖτο δὲ Λέανδρος. ἐπεὶ δʼ ἡλώκει καὶ λιπαρήσας τὸν ἀδελφὸν ἔτυχε τοῦ γάμου, τὰ μὲν ἡ κόρη παρῆγεν αὐτὸν ὑπὸ τῆς μητρὸς διδασκομένη καὶ ἀνέπειθεν ἐλευθεροῦν τὴν πόλιν, ὡς μηδʼ αὐτὸν ἐλεύθερον ἐν τυραννίδι ζῶντα μηδὲ τοῦ λαβεῖν γάμον ἢ φυλάξαι κύριον ὄντα, τὰ δʼ οἱ φίλοι τῇ Ἀρεταφίλᾳ χαριζόμενοι διαβολάς τινας ἀεὶ καὶ ὑπονοίας κατεσκεύαζον αὐτῷ πρὸς τὸν ἀδελφόν. ὡς δʼ ᾔσθετο καὶ τὴν Ἀρεταφίλαν τὰ αὐτὰ τὰ αὐτὰ] ταὐτὰ Dinse, proper but not necessary. βουλευομένην καὶ σπουδάζουσαν, ἐπεχείρει τὸ ἔργον, τὸ ἔργον] τῷ ἔργῳ Turnebus. καὶ Δάφνιν οἰκέτην παρορμήσας ἀπέκτεινε διʼ ἐκείνου τὸν Νικοκράτην. τὰ λοιπὰ δʼ οὐκέτι τῇ Ἀρεταφίλᾳ προσεῖχεν, ἀλλʼ εὐθὺς ἔδειξε τοῖς ἔργοις ἀδελφοκτόνος οὐ τυραννοκτόνος γεγονώς· ἦρχε γὰρ ἐμπλήκτως καὶ ἀνοήτως. τιμὴ δέ τις ὅμως ἦν τῆς Ἀρεταφίλας παρʼ αὐτῷ καὶ δύναμις, οὐκ ἀπεχθανομένης οὐδὲ πολεμούσης ἄντικρυς ἀλλʼ ἀδήλως διαταττούσης τὰ πράγματα. πρῶτον μὲν γὰρ αὐτῷ Λιβυκὸν ὑπεκίνησε πόλεμον, Ἀνάβουν τινὰ πείσασα δυνάστην τὴν χώραν ἐπιδραμεῖν καὶ τῇ πόλει προσαγαγεῖν, ἔπειτα διέβαλε τοὺς φίλους καὶ τοὺς στρατηγοὺς πρὸς τὸν Λέανδρον, ὡς πολεμεῖν οὐκ ὄντας προθύμους, εἰρήνης δὲ μᾶλλον δεομένους καὶ ἡσυχίας, ἣν καὶ τὰ πράγματα ποθεῖν αὐτοῦ καὶ τὴν τυραννίδα, βουλομένου βεβαίως κρατεῖν τῶν πολιτῶν αὐτὴ δὲ πράξειν ἔφη τὰς διαλύσεις καὶ τὸν Ἀνάβουν εἰς λόγους αὐτῷ συνάξειν, ἐὰν κελεύῃ, πρὶν ἀνήκεστόν τι τὸν πόλεμον ἐξεργάσασθαι. κελεύσαντος δὲ τοῦ Λεάνδρου, πρότερον αὐτὴ τῷ Λίβυι διελέχθη, συλλαβεῖν δεομένη τὸν τύραννον ἐπὶ δωρεαῖς μεγάλαις καὶ χρήμασιν, ὅταν εἰς λόγους αὐτῷ παραγένηται. πεισθέντος δὲ τοῦ Λίβυος, ὤκνει μὲν ὁ Λέανδρος, αἰδεσθεὶς δὲ τὴν Ἀρεταφίλαν αὐτὴν παρέσεσθαι φάσκουσαν, ἐξῆλθεν ἄνοπλος καὶ ἀφύλακτος. ὡς δʼ ἐγγὺς ἦλθε καὶ τὸν Ἀνάβουν εἶδεν, αὖθις ἐδυσχέραινε καὶ περιμένειν ἐβούλετο τοὺς δορυφόρους· ἡ δʼ Ἀρεταφίλα παροῦσα τὰ μὲν ἐθάρρυνεν αὐτὸν τὰ δʼ ἐκάκιζε· τέλος δὲ γενομένης διατριβῆς, ἐφελκυσαμένη τῆς χειρὸς ἰταμῶς πάνυ καὶ τεθαρρηκότως προσήγαγε τῷ βαρβάρῳ καὶ παρέδωκεν. εὐθὺς οὖν ἀνήρπαστο καὶ συνείληπτο καὶ δεθεὶς ὑπὸ τῶν Λιβύων ἐτηρεῖτο, ἄχρι οὗ τὰ χρήματα τῇ Ἀρεταφίλᾳ κομίζοντες οἱ φίλοι παρεγένοντο μετὰ τῶν ἄλλων πολιτῶν. πυθόμενοι γὰρ οἱ πλεῖστοι ἐξέδραμον ἐπὶ τὴν παράκλησιν ὡς δʼ εἶδον τὴν Ἀρεταφίλαν, ὀλίγον ὀλίγον in Hutten’s edition: ὀλίγου, however, the reading of the mss., may stand. ἐδέησαν ἐκλαθέσθαι τῆς πρὸς τὸν τύραννον ὀργῆς, καὶ πάρεργον τὴν ἐκείνου τιμωρίαν ἐνόμιζον· ἔργον δὲ πρῶτον ἦν αὐτοῖς καὶ ἀπόλαυσμα τῆς ἐλευθερίας ἐκείνην ἀσπάσασθαι μετὰ χαρᾶς καὶ δακρύων, ὥσπερ ἀγάλματι θεοῦ προσπίπτοντας. ἄλλων δʼ ἐπʼ ἄλλοις ἐπιρρεόντων, μόλις ἑσπέρας τὸν Λέανδρον παραλαβόντες ἐπανῆλθον εἰς τὴν πόλιν. ἐπεὶ δὲ τῶν τιμῶν τῆς Ἀρεταφίλας καὶ τῶν ἐπαίνων ἐνεπλήσθησαν, οὕτω τραπόμενοι πρὸς τοὺς τυράννους τὴν μὲν Καλβίαν ζῶσαν κατέκαυσαν, τὸν δὲ Λέανδρον ἐνράψαντες εἰς βύρσαν κατεπόντισαν. ἠξίουν δὲ τὴν Ἀρεταφίλαν συνάρχειν καὶ συνδιοικεῖν τοῖς ἀρίστοις ἀνδράσι τὴν πολιτείαν. ἡ δʼ ὡς ποικίλον τι δρᾶμα καὶ πολυμερὲς ἀγωνισαμένη μέχρι στεφάνου διαδόσεως, ὡς ἐπεῖδε τὴν πόλιν ἐλευθέραν, εὐθὺς εἰς τὴν γυναικωνῖτιν ἐνεδύετο, καὶ τοῦ πολυπραγμονεῖν ὁτιοῦν παραβαλλομένη, παραβαλλομένη] περιβαλλομένη in some mss. τὸν λοιπὸν χρόνον ἐν ἱστοῖς ἡσυχίαν ἄγουσα μετὰ τῶν φίλων καὶ οἰκείων διετέλεσεν.