21
παρέσχε δʼ ἡ Γαλατία καὶ Στρατονίκην τὴν Δηιοτάρου καὶ Χιομάραν τὴν Ὀρτιάγοντος, ἀξίας μνήμης γυναῖκας.
21
ἡ μὲν οὖν Στρατονίκη δεόμενον γνησίων παίδων ἐπὶ διαδοχῇ τῆς βασιλείας ἐπισταμένη τὸν ἄνδρα, μὴ τίκτουσα δʼ αὐτὴ συνέπεισεν ἐξ ἑτέρας γυναικὸς παιδοποιησάμενον αὐτῇ τὸ παιδίον περιιδεῖν ὑποβαλλόμενον. τοῦ δὲ Δηιοτάρου τήν τε γνώμην θαυμάσαντος καὶ πᾶν ἐπʼ αὐτῇ ποιησαμένου, παρθένον εὐπρεπῆ παρασκευάσασα τῶν αἰχμαλώτων ὄνομα Ἠλέκτραν συνεῖρξε τῷ Δηιοτάρῳ, καὶ τοὺς γενομένους παῖδας ὥσπερ γνησίους αὐτῆς ἔθρεψε φιλοστόργως καὶ μεγαλοπρεπῶς.
Χιομάρα
22
Χιομάραν δὲ συνέβη τὴν Ὀρτιάγοντος αἰχμάλωτον γενέσθαι μετὰ τῶν ἄλλων γυναικῶν, ὅτε Ῥωμαῖοι καὶ Γναῖος ἐνίκησαν μάχῃ τοὺς ἐν Ἀσίᾳ Γαλάτας. ὁ δὲ λαβὼν αὐτὴν ταξίαρχος ἐχρήσατο τῇ τύχῃ στρατιωτικῶς καὶ κατῄσχυνεν· ἦν δʼ ἄρα καὶ πρὸς ἡδονὴν καὶ ἀργύριον ἀμαθὴς καὶ ἀμαθὴς καὶ] Cobet would omit. ἀκρατὴς ἄνθρωπος ἡττήθη δʼ ὅμως ὑπὸ τῆς φιλαργυρίας, καὶ χρυσίου συχνοῦ διομολογηθέντος ὑπὲρ τῆς γυναικὸς, ἦγεν αὐτὴν ἀπολυτρώσων, ποταμοῦ τινος ἐν μέσῳ διείργοντος. ὡς δὲ διαβάντες οἱ Γαλάται τὸ χρυσίον ἔδωκαν αὐτῷ καὶ παρελάμβανον τὴν Χιομάραν, ἡ μὲν ἀπὸ νεύματος προσέταξεν ἑνὶ παῖσαι τὸν Ῥωμαῖον ἀσπαζόμενον αὐτὴν καὶ φιλοφρονούμενον ἐκείνου δὲ πεισθέντος καὶ τὴν κεφαλὴν ἀποκόψαντος, ἀραμένη καὶ περιστείλασα τοῖς κόλποις ἀπήλαυνεν. ὡς δʼ ἦλθε πρὸς τὸν ἄνδρα καὶ τὴν κεφαλὴν αὐτῷ προέβαλεν, ἐκείνου θαυμάσαντος καὶ εἰπόντος, ὦ γύναι, καλὸν ἡ πίστις, ναί, εἶπεν, ἀλλὰ κάλλιον ἕνα μόνον ζῆν ἐμοὶ συγγεγενημένον.
22
ταύτῃ μὲν ὁ Πολύβιός φησι διὰ λόγων ἐν Σάρδεσι γενόμενος θαυμάσαι τό τε φρόνημα καὶ τὴν σύνεσιν.
γυναῖον ΠεργαμηνὸνThe title (not in the mss.) was added by Xylander.