25
Βάττου τοῦ ἐπικληθέντος Εὐδαίμονος υἱὸς Ἀρκεσίλαος · ἦν οὐδὲν ὅμοιος τῷ πατρὶ τοὺς τρόπους ʼ καὶ γὰρ ζῶντος ἔτι περὶ τὴν οἰκίαν περιθεὶς ἐπάλξεις ὑπὸ τοῦ πατρὸς ἐζημιώθη ταλάντῳ· καὶ τελευτήσαντος ἐκείνου, τοῦτο μὲν μὲν van Herwerden: μὲν οὗν. φύσει χαλεπὸς ὤν ὅπερ καὶ ἐπεκλήθη, τοῦτο δὲ φίλῳ πονηρῷ, Λαάρχῳ, χρώμενος ἀντὶ βασιλέως ἐγεγόνει τύραννος. ὁ δὲ Λάαρχος Λάαρχος] Ἁλίαρχος (or Λέαρχος?) Herodotus, iv. 160, but Λάαρχος occurs in inscriptions. ἐπιβουλεύων τῇ τυραννίδι καὶ τοὺς ἀρίστους τῶν Κυρηναίων ἐξελαύνων ἢ φονεύων, ἐπὶ τὸν Ἀρκεσίλαον τὰς αἰτίας ἔτρεπε· καὶ τέλος ἐκεῖνον μὲν εἰς νόσον ἐμβαλὼν φθινάδα καὶ χαλεπήν, λαγὼν πιόντα θαλάσσιον, διέφθειρεν, αὐτὸς δὲ τὴν ἀρχὴν ἔσχεν ἔσχεν F.C.B.: εἶχεν. ὡς τῷ παιδὶ τῷ ἐκείνου Βάττῳ διαφυλάττων. ὁ μὲν οὖν παῖς καὶ διὰ τὴν χωλότητα καὶ διὰ τὴν ἡλικίαν κατεφρονεῖτο, τῇ δὲ μητρὶ πολλοὶ προσεῖχον αὐτοῦ· σώφρων τε γὰρ ἦν καὶ φιλάνθρωπος οἰκείους τε πολλοὺς καὶ δυνατοὺς εἶχε. διὸ καὶ θεραπεύων αὐτὴν ὁ Λάαρχος ἐμνηστεύετο, καὶ τὸν Βάττον ἠξίου παῖδα θέσθαι γήμας ἐκείνην, καὶ κοινωνὸν ἀποδεῖξαι ἀποδεῖξαι Bernardakis: ἀποδείξας. τῆς ἀρχῆς· ἡ δʼ Ἐρυξὼ τοῦτο γὰρ ἦν ὄνομα τῇ γυναικὶ βουλευσαμένη μετὰ τῶν ἀδελφῶν, ἐκέλευε τὸν Λάαρχον ἐντυγχάνειν ἐκείνοις, ὡς αὐτῆς προσιεμένης τὸν γάμον. ἐπεὶ δʼ ὁ Λάαρχος ἐνετύγχανε τοῖς ἀδελφοῖς, ἐκεῖνοι δʼ ἐπίτηδες παρῆγον καὶ ἀνεβάλλοντο, πέμπει πρὸς αὐτὸν ἡ Ἐρυξὼ θεραπαινίδα παρʼ αὑτῆς παραγγέλλουσαν, ὅτι νῦν μὲν ἀντιλέγουσιν οἱ ἀδελφοί, γενομένης δὲ τῆς συνόδου παύσονται διαφερόμενοι καὶ συγχωρήσουσι· δεῖν δεῖν Benseler: δεῖ (or else ἕξειν below should be changed to ἕξει). οὖν αὐτόν, εἰ βούλεται, νύκτωρ ἀφικέσθαι πρὸς αὐτήν· καλῶς γὰρ ἕξειν καὶ τὰ λοιπὰ τῆς ἀρχῆς γενομένης.