Thesauros Literature biography Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί Plutarch
25 ἦν οὖν ταῦτα καθʼ ἡδονὴν τῷ Λαάρχῳ, καὶ παντάπασιν ἀναπτοηθεὶς ἀναπτοηθείς] ἀναπτερωθεὶς Cobet. πρὸς τὴν φιλοφροσύνην τῆς γυναικὸς ὡμολόγησεν ἥξειν, ὅταν ἐκείνη κελεύῃ. ταῦτα δʼ ἔπραττεν ἡ Ἐρυξὼ μετὰ Πολυάρχου τοῦ πρεσβυτάτου τῶν ἀδελφῶν. ὁρισθέντος δὲ καιροῦ πρὸς τὴν σύνοδον, ὁ Πολύαρχος εἰς τὸ δωμάτιον τῆς ἀδελφῆς παρεισήχθη κρύφα, νεανίσκους ἔχων δύο σὺν αὑτῷ αὑτῳ Bernardakis: αὐτῷ. ξιφήρεις, φόνῳ πατρὸς ἐπεξιόντας, ὃν ὁ Λάαρχος ἐτύγχανεν ἀπεκτονὼς νεωστί.
25 μεταπεμψαμένης δὲ τῆς Ἐρυξοῦς αὐτὸν, ἄνευ δορυφόρων εἰσῆλθε, καὶ τῶν νεανίσκων αὐτῷ προσπεσόντων τυπτόμενος τοῖς ξίφεσιν ἀπέθανε. τὸν μὲν οὖν νεκρὸν ἔρριψαν ὑπὲρ τὸ τεῖχος, τὸν δὲ Βάττον προαγαγόντες προαγαγόντες van Herwerden: προσαγαγόντες. ἀνέδειξαν ἐπὶ τοῖς πατρίοις βασιλέα, καὶ τὴν ἀπʼ ἀρχῆς πολιτείαν ὁ Πολύαρχος ἀπέδωκε τοῖς Κυρηναίοις.
25 ἐτύγχανον δʼ Ἀμάσιδος τοῦ Αἰγυπτίων βασιλέως στρατιῶται συχνοὶ παρόντες, οἷς ὁ Λάαρχος ἐχρῆτο πιστοῖς, καὶ φοβερὸς ἦν οὐχ ἥκιστα διʼ ἐκείνων τοῖς πολίταις. οὗτοι πρὸς Ἄμασιν ἔπεμψαν τοὺς κατηγορήσοντας τοῦ τε Πολυάρχου καὶ τῆς Ἐρυξοῦς. χαλεπαίνοντος δʼ ἐκείνου καὶ διανοουμένου πολεμεῖν τοῖς Κυρηναίοις, συνέβη τὴν μητέρα τελευτῆσαι, καὶ ταφὰς αὐτῆς ἐπιτελοῦντος, ἀναγγέλλοντας ἐλθεῖν παρὰ παρὰ] Hartman would omit. τοῦ Ἀμάσιδος, ἔδοξεν οὖν τῷ Πολυάρχῳ βαδίζειν ἀπολογησομένῳ· τῆς δʼ Ἐρυξοῦς μὴ ἀπολειπομένης, ἀλλʼ ἕπεσθαι καὶ συγκινδυνεύειν βουλομένης, οὐδʼ ἡ μήτηρ Κριτόλα, καίπερ οὖσα πρεσβῦτις, ἀπελείπετο. μέγιστον δʼ αὐτῆς ἦν ἀξίωμα, Βάττου γεγενημένης ἀδελφῆς τοῦ Εὐδαίμονος. ὡς οὖν ἦλθον εἰς Αἴγυπτον, οἵ τʼ ἄλλοι θαυμαστῶς ἀπεδέξαντο τὴν πρᾶξιν αὐτῶν, καὶ ὁ Ἄμασις οὐ μετρίως ἀπεδέξατο τήν τε σωφροσύνην καὶ τὴν ἀνδρείαν τῆς γυναικός· δώροις δὲ τιμήσας καὶ θεραπείᾳ βασιλικῇ τόν τε Πολύαρχον καὶ τὰς γυναῖκας εἰς Κυρήνην ἀπέστειλεν.

Ξενοκπίτη

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme