Thesauros Literature biography Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί Plutarch
26 ἔτυχε δὲ κατʼ ἐκεῖνο καιροῦ τάφρον ἄγων ʼκύκλῳ περὶ τὴν χώραν ὁ Ἀριστόδημος, οὔτʼ ἀναγκαῖον ἔργον οὔτε χρήσιμον, ἄλλως δὲ τρίβειν καὶ ἀποκναίειν πόνοις καὶ ἀσχολίαις τοὺς πολίτας βουλόμενος ἦν γὰρ προστεταγμένον ἑκάστῳ μέτρων τινῶν ἀριθμὸν ἐκφέρειν τῆς γῆς. γυνὴ δέ τις γυνὴ δέ τις added by F.C.B.: Wyttenbach would write ἐν τούτοις δὲ καὶ γυνή τις. ὡς εἶδεν ἐπιόντα ἐπιόντα Xylander: ἀπιόντα. τὸν Ἀριστόδημον, ἐξέκλινε καὶ παρεκαλύψατο τῷ χιτωνίσκῳ τὸ πρόσωπον. ἀπελθόντος οὖν τοῦ Ἀριστοδήμου, σκώπτοντες οἱ νεανίσκοι καὶ παίζοντες ἠρώτων ὅ τι δὴ μόνον ὑπʼ αἰδοῦς φύγοι τὸν Ἀριστόδημον, πρὸς δὲ τοὺς ἄλλους οὐδὲν πάθοι τοιοῦτον· ἡ δὲ καὶ μάλα μετὰ σπουδῆς ἀπεκρίνατο, μόνος γάρ, ἔφη, Κυμαίων Ἀριστόδημος ἀνήρ ἐστι.
26 τοῦτο γὰρ γάρ] γοῦν Meziriacus. λεχθὲν τὸ ῥῆμα πάντων μὲν ἥψατο, τοὺς δὲ γενναίους καὶ παρώξυνεν αἰσχύνῃ αἰσχύνῃ] αἰσχύνη Dinsie. τῆς ἐλευθερίας ἀντέχεσθαι. λέγεται δὲ καὶ Ξενοκρίτην ἀκούσασαν εἰπεῖν, ὡς ἐβούλετʼ ἂν καὶ αὐτὴ γῆν ὑπὲρ τοῦ πατρὸς φέρειν παρόντος ἢ τρυφῆς συμμετέχειν Ἀριστοδήμῳ καὶ δυνάμεως τοσαύτης. ἐπέρρωσεν οὖν ταῦτα τοὺς τοὺς added by Patzig. συνισταμένους ἐπὶ τὸν Ἀριστόδημον, ὧν ἡγεῖτο Θυμοτέλης· καὶ τῆς Ξενοκρίτης εἰσόδου παρεχούσης αὐτοῖς ἄδειαν καὶ τὸν Ἀριστόδημον ἄνοπλον καὶ ἀφύλακτον, οὐ χαλεπῶς παρεισπεσόντες διαφθείρουσιν αὐτόν. οὕτω μὲν ἡ Κυμαίων πόλις ἠλευθερώθη δυοῖν ἀρετῇ γυναικῶν, τῆς μὲν ἐπίνοιαν αὐτοῖς καὶ ὁρμὴν ἐμβαλούσης τοῦ ἔργου, τῆς δὲ πρὸς τὸ τέλος συλλαβομένης.
26 τιμῶν δὲ καὶ δωρεῶν μεγάλων τῇ Ξενοκρίτῃ προτεινομένων ἐάσασα πάσας ἓν ᾐτήσατο, θάψαι τὸ σῶμα τοῦ Ἀριστοδήμου καὶ τοῦτʼ οὖν ἔδοσαν αὐτῇ καὶ Δήμητρος ἱέρειαν αὐτὴν εἵλοντο, οὐχ ἧττον οἰόμενοι τῇ θεῷ κεχαρισμένην ἢ πρέπουσαν ἐκείνῃ τιμὴν ἔσεσθαι.

Πύθεω Γυνὴ πυθεω γυνη added by Xylander: not in the mss.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme