Thesauros Literature biography Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί Plutarch
7 Μήλιοι γῆς χρῄζοντες ἀμφιλαφοῦς Νυμφαῖον ἡγεμόνα τῆς ἀποικίας ἐποιήσαντο, νέον ἄνδρα καὶ κάλλει, διαφέροντα· τοῦ δὲ δὲ M θεοῦ πλεῖν κελεύσαντος αὐτούς, ὅπου δʼ ἂν ἀποβάλωσι τοὺς κομιστῆρας, ἐκεῖ κατοικεῖν, συνέπεσε τῇ Καρίᾳ προσβαλοῦσιν αὐτοῖς καὶ ἀποβᾶσι τὰς ναῦς ὑπὸ χειμῶνος διαφθαρῆναι. τῶν δὲ Καρῶν οἱ Κρύασσαν Κρύασσον X: κρύασσαν οἰκοῦντες, εἴτε τὴν ἀπορίαν οἰκτίραντες εἴτε δείσαντες αὐτῶν τὴν τόλμαν, ἐκέλευον οἰκεῖν παρʼ αὐτοῖς καὶ τῆς χώρας μετέδωκαν· εἶτα πολλὴν ἐν ὀλίγῳ χρόνῳ λαμβάνοντας αὔξησιν ὁρῶντες, ἐπεβούλευον ἀνελεῖν εὐωχίαν τινὰ καὶ θοίνην παρασκευάσαντες. ἔτυχε δὲ Καρίνη παρθένος ἐρῶσα τοῦ Νυμφαίου καὶ λανθάνουσα τοὺς ἄλλους· ἐκαλεῖτο δὲ Καφένη· πραττομένων δὲ τούτων οὐ δυναμένη τὸν Νυμφαῖον περιορᾶν ἀπολλύμενον, ἐξήγγειλε τὴν διάνοιαν αὐτῷ τῶν πολιτῶν. ὡς οὖν ἧκον οἱ Κρυασσεῖς καλοῦντες αὐτούς, οὐκ ἔφη νόμον ὁ Νυμφαῖος Ἕλλησιν εἶναι βαδίζειν ἐπὶ δεῖπνον ἄνευ γυναικῶν· ἀκούσαντες δὲ οἱ Κᾶρες ἐκέλευον ἄγειν καὶ τὰς γυναῖκας. οὕτω δὴ φράσας τὰ πεπραγμένα Μηλίοις ἐκέλευσεν αὐτοὺς μὲν ἀόπλους ἀόπλους *: ἀνόπλους ἐν ἱματίοις βαδίζειν, τῶν δὲ γυναικῶν ἑκάστην ξίφος ἐν τῷ κόλπῳ κομίζειν καὶ καθέζεσθαι παρὰ τὸν αὑτῆς. ἐπεὶ δὲ τοῦ δείπνου μεσοῦντος ἐδόθη τὸ σύνθημα τοῖς Καρσὶ καὶ συνῄσθοντο τὸν καιρὸν οἱ Ἕλληνες, αἱ μὲν γυναῖκες ἅμα πᾶσαι τοὺς κόλπους διέσχον, οἱ δὲ τὰ ξίφη λαβόντες ἐπέθεντο τοῖς βαρβάροις καὶ διέφθειραν αὐτοὺς ἅμα πάντας· κτησάμενοι δὲ τὴν χώραν καὶ τὴν πόλιν ἐκείνην καταβαλόντες, ᾤκισαν ἑτέραν, ἣν Νέαν Κρύασσαν ὠνόμασαν. ἡ δὲ Καφένη τῷ Νυμφαίῳ γαμηθεῖσα τιμὴν καὶ χάριν ἔσχε ταῖς εὐεργεσίαις πρέπουσαν. ἄξιον οὖν ἄγασθαι τῶν γυναικῶν καὶ τὴν σιωπὴν καὶ τὸ θάρσος, καὶ τὸ μηδεμίαν ἐν πολλαῖς μηδʼ ἄκουσαν ὑπὸ δειλίας κακὴν γενέσθαι.

Τυρρηνίδες

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme