Thesauros Literature biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
22 πότερον ὅτι τῷ μὲν γένει Ἕλλην ἐκ Περραιβίας ἦν, ὡς ἱστοροῦσιν, διαβὰς δʼ εἰς Ἰταλίαν καὶ συνοικήσας τοῖς αὐτόθι βαρβάροις μετέβαλε καὶ γλῶτταν καὶ δίαιταν ἢ μᾶλλον ὅτι τοὺς περὶ τὴν Ἰταλίαν φυτοῖς φυτοῖς F.C.B. (σίτοις or σιτίος Kronenberg; ἀνθρώπους Abresch):. ἀγρίοις καὶ ἀνόμοις χρωμένους ἔθεσιν εἰς ἕτερον βίου σχῆμα, πείσας γεωργεῖν καὶ πολιτεύεσθαι, μετέβαλε καὶ μετεκόσμησεν;
23 διὰ τί τὰ πρὸς πρός]περί in the Life of Numa, chap. xxii. τὰς ταφὰς πιπράσκουσιν ἐν τῷ τεμένει τῷ Λιβιτίνης νομίζοντες Ἀφροδίτην εἶναι τὴν Λιβιτίνην;
23 πότερον καὶ τοῦτο τῶν Νομᾶ τοῦ βασιλέως φιλοσοφημάτων ἕν ἐστιν, ὅπως μανθάνωσι μὴ δυσχεραίνειν τὰ τοιαῦτα μηδὲ φεύγειν ὡς μιασμόν;
23 ἢ μᾶλλον ὑπόμνησίς ἐστι τοῦ φθαρτὸν εἶναι τὸ γεννητόν, ὡς μιᾶς θεοῦ τὰς γενέσεις καὶ τὰς τελευτὰς ἐπισκοπούσης; καὶ γὰρ ἐν Δελφοῖς Ἀφροδίτης ἐπιτυμβίας ἀγαλμάτιόν ἐστι πρὸς ὃ ὅ] ᾦ E. Kurtz. τοὺς κατοιχομένους ἐπὶ τὰς χοὰς ἀνακαλοῦνται.
24 διὰ τί τρεῖς τοῦ μηνὸς ἀρχὰς καὶ προθεσμίας ἔχουσιν, οὐ ταὐτὸ διάστημα τῶν ἡμερῶν μεταξὺ λαμβάνοντες;
24 πότερον, ὡς οἱ περὶ τὸν Ἰόβαν ἱστοροῦσιν, ὅτι ταῖς καλάνδαις ἐκάλουν τὸν δῆμον οἱ ἄρχοντες καὶ κατήγγελλον εἰς πέμπτην τὰς νώνας, νώνας, etc., here and elsewhere; the mss. often have νόννας, etc. εἰδοὺς δʼ ἡμέραν ἱερὰν ἐνόμιζον;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme